{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 244","citation":"Gregorius Palamas, Homiliae 244","ref":"244","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/244","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/244","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/244.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":437,"text":"τοῦ ἐπέκεινα τοῦ ὄντος ἱδρυμένου, μείζων δ´ ἀσυγκρίτως ἁπάντων ἡ Παρθενομήτωρ, δι´ αὐτῆς μεθέΚουσιν ὅσοι δὴ μεθέξουσι Θεοῦ· καὶ αὐτὴν οἴσονται τοῦ ἀχωρήτου χώραν ὅσοι δὴ γινώσκουσι Θεόν· καὶ αὐτὴν ὑμνήσουσι μετὰ Θεὸν ὅσοι τὸν Θεὸν ὑμνοῦσιν. Αὔτη καὶ τῶν πρὸ αὐτῆς αἰτία, καὶ τῶν μετ´ αὐτὴν προστάτις, καὶ τῶν αἰωνίων πρόξενος. Αὔτη τῶν προφητῶν ὑπόθεσις, τῶν τῶν ἀποστόλων ἀρχὴ, τῶν μαρτύρων ἑδραίωμα, τῶν διδασκάλων κρηπίς. Αὔτη τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ´ οὐρανὸν ἡ τερπνότης, τὸ πάσης τῆς κτίσεως ἐγκαλλώπισμα. Αὔτη καταρχὴ καὶ πηγὴ καὶ ῥίζα τῶν ἀποῤῥήτων ἀγαθῶν. Αὔτη παντὸς ἁγίου κορυφὴ καὶ τελείωσις. Ὦ Παρθένε θεία καὶ νῦν οὐρανία, πῶς σου τὸ πᾶν ἐξείπω; Πῶς σε δοξάσω τὸν τῆς δόξης θησαυ. ρόν; Σοῦ καὶ μνήμη μόνον ἡγίασε τὸν χρώμενον· πρὸς σὲ καὶ νεῦσις μόνον διαυγέστερον ἐποίησε τὸν νοῦν, πρὸς ὕψος εὐθὺς ἀναλαβοῦσα θεῖον· διὰ σοῦ τρανοῦται τὸ τῆς διανοίας ὄμμα· διὰ σοῦ καταλάμπεται τὸ πνεῦμα θείου Πνεύματος ἐπιδημίᾳ· ταμιοῦχος γὰρ ἐγένου καὶ περιοχὴ χαρίτων· οὐχ ἵνα παρὰ σεαυτῇ κατάσχῃς, ἀλλ´ ἵνα τὰ σύμπαντα πληρώσῃς χάριτος· ὁ γὰρ τῶν ἀκενώτων θησαυρῶν ταμίας τῆς διανομῆς ἕνεκεν ἐπιτροπεύει· τί γὰρ δὴ καὶ κατάκλειστον ποιήσειε τὸν ὄλβον μὴ μειούμενον; Μετάδος οὖν πλουσίως παντὶ τῷ σῷ λαῷ, τῷ σῷ κλήρῳ τούτῳ τοῦ σοῦ ἐλέους καὶ τῶν σῶν χαρίτων, ὧ Δέσποινα. Δὸς λύσιν τῶν κατεχόντων δεινῶν. Ὁρᾷς ὅσοις καὶ ὁποίοις κατατρυχόμεθα, καὶ ἱδίοις καὶ ἀλλοτρίοις, καὶ τοῖς ἔξωθεν καὶ τοῖς ἔνδοθεν. Πάντα τῇ σῇ δυνάμει μετασκεύασον ἐπὶ τὸ κρεῖττον, τοὺς μὲν ἐντὸς καὶ ὁμοφύλους πρὸς ἀλλήλους ἐξημεροῦσα, τοὺς δὲ θηρῶν ἀγρίων δίκην ἔξωθεν ἐπεμβαίνοντας ἀπελαύνουσα. Ἀντιμέτρησον τοῖς ἡμετέροις πάθεσι τὴν σὴν ἐπικουρίαν καὶ ἰατρείαν, νέμουσα καὶ ψυχαῖς καὶ σώμασι δαψιλῆ τὴν χάριν, καὶ πρὸς ἅπαντα διαρκῆ· κἂν μὴ χωρῶμεν, χωρητικωτέρους ἔργασαι, καὶ οὕτως ἐπιμέτρησον ἵνα τῇ σῇ χάριτι σωζόμενοί τε καὶ δυναμούμενοι, δοξάζωμεν τὸν ἐκ σοῦ δι´ ἡμᾶς σαρκωθέντα προαιώνιον Λόγον σὺν τῷ ἀνάρχῳ τούτου Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτή τους αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ ΑΗʹ. Εἰς τὸ πρῶεον ἑωθινόν. Ἐν ᾗ καὶ ὅτι οὐκ ἀρκεῖ τὸ θεῖον βάπτισμα σῶσαι τὸν ἄνθρωπον, εἰ μὴ καὶ τὴν τήρησιν ἔχειν σπεύδει τῶν θείων ἐντολῶν. Ὁ πρὸ τῶν ὄντων ὤν, καὶ τὰ ὄντα ἐκ μὴ ὄντων ποιήσας δι´ ἀγαθότητα, ἐν πᾶσίν ἐστιν, εἰ καὶ ὑπὲρ τὰ πάντα ἐστίν. Ἄν οὖν ἐν τῷ κόσμῳ καὶ πρὸ τοῦ παραγενέσθαι διὰ σαρκὸς, ἀλλ´ οὐκ ἐπέγνωσαν αὐτὸν ὁ κόσμος, ἐπεὶ οὐκ ἠθέλησαν· ὅσοι γὰρ ἠθέλησαν, καὶ ἐπέγνωσαν. Διὸ οἱ μὲν ἐπιγνόντες καὶ προσελήφθησαν· οἰ δὲ μὴ ἐπιγνόντες ἐγκατελείφθησαν, ὡς καὶ Παῦλός φησιν, ὁ καὶ θελήσας καὶ θεληθεὶς καὶ καταλαβεῖν σπεύδων, ἐφ´ ᾧ καὶ κατελήφθη ὑπὸ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, γράφων περὶ τῶν Ἐλλήνων· «Ἐπεὶ οὐκ ἐδοκίμασαν τον Θεὸν ΗΟΜΙΗΙΑ ΧΑΧΙΙΙ.","prev":{"citation":"Homiliae 243.11-18","label":"243.11 to 243.18","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/243.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/243.11"},"next":{"citation":"Homiliae 245","label":"245","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/245","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/245"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}