{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 245","citation":"Gregorius Palamas, Homiliae 245","ref":"245","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/245","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/245","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/245.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":419,"text":"ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν.» Οἱ μὲν οὖν μὴ θελήσαντες, μηδὲ ἐπιγνόντες, οὗτοι, καὶ ὅσοι κατ´ αὐτούς· οἱ δὲ Τ φ πρὸ τῆς θείας ἐνανθρωπήσεως αὐτὸν ἐπιγνόντες τίνες; Πολλοὶ, καὶ σχεδὸν πρὸ πάντων καὶ ὑπὲρ πάντας ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακώβ· διὸ καὶ προσελήφθησαν δικαίως ὑπὸ Θεοῦ. Κὰὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ τὸ ἀπ´ αὐτῶν ἄπαν γένος, ὡς καὶ λαὸν Θεοῦ τούτους εἶναί τε καὶ ὀνομάζεσθαι, καὶ γένος, ὢ τῆς ἀφάτου μεγαλοδωρεᾶς! ὕστερον τελέσαι Θεοῦ· δεῆσαν γὰρ αὐτῷ διὰ σαρκὸς ἐπιφανῆναι τῷ κόσμῳ, οὐ μόνον παρ´ αὐτῶν ταύτην ἔλαβεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς προηγουμένως ἦλθε, καθάπερ αὐτὸς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵἴκου Ἰσραήλ·» ἱδὼν γὰρ ἐκπεσόντας τῆς πατρῴας ἐκείνης εὐσεβείας καὶ ἀρετῆς, καὶ τὴν αὐτοῦ γνῶσιν ἀπωσαμένους παριδεῖν οὐκ ἠνέσχετο διὰ τοὺς εὐσεβήσαντας αὐτῶν πατέρας, ἀλλὰ κλίνας οὐρανοὺς κατῆλθεν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ τούτοις συναναστρεφόμενος, καὶ λέγων καὶ πράττων τὰ τοῦ Θεοῦ. Κὰὶ οὐχ ἁπλῶς ταῦτα λέγων καὶ πράττων, ἀλλὰ καὶ ταῖς εἰς αὐτοὺς θεοπρεπέσιν εὐεργεσίαις ἐπιδαψιλευόμενος, καθαίρων τοὺς ἐν αὐτοῖς λεπρούς· φωτίζων τοὺς ἐν αὐτοῖς τυφλούς· σφίγγων τοὺς παραλύτους· ἀνορθῶν τοὺς συγκεκυφότας· τῶν δαιμονώντων ἀπελαύνων τοὺς δαίμονας· καὶ πᾶσαν ἁπλῶς νόσον, καὶ πᾶσαν μαλακίαν καὶ μανίαν ἰώμενος, καὶ νεκροὺς πρὸς ζωὴν ἐπανάγων μόνῳ προστάγματι, Ὡς δὲ ἐκεῖνοι τοῦτον οὐ μόνον ἀπώσαντο, τὸν εἰς τὰ ἴδια ἐλθόντα εὐεργέτην οἱ ἴδιοι, ἀλλ´ ἵνα τὸ τελευταῖον εἴπω, καὶ θανάτῳ παρέδωκαν, καὶ θανάτῳ σταυρικῷ, βαβαὶ πῆς ἀπονοίας! ὡς ἀντίθεον τὸν ὑπὲρ αὐτῶν πρὸς αὐτοὺς διὰ σαρκὸς ἐπιφανέντα Θεὸν, ἐγκατελείφθησαν καὶ αὐτοὶ δικαίως, καὶ ἀπεβλήθησαν παρὰ τοῦ πρὸς αὐτοὺς εἰπόντος· «Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ἔρημος·» καὶζὴ τούτων ἀποβολὴ καταλλαγὴ κόσμου γέγονε, καὶ ἠλεήθημεν ἡμεῖς τῆ τούτων ἀπειθείᾳ· μᾶλλον δέ, ὢ βάθους πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ἵνα πάλιν κατὰ τὸν Ἀπόστολον εἴπω, «Συνέκλεισεν ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ·» εὐαγγελιζομένου γὰρ ἠκούσαμεν ἀρτίως τοῦ εὐαγγελιστοῦ Ματθαίου, ὅτι «Οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὖ ἐτάξατο αὐτοῖς δ Ἰησοῦς, καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν·» ἀλλὰ προσελθόντος τοῦ Κυρίου, καὶ ὁμιλήσαντος αὐτοῖς κἀκεῖνοι ἐβεβαιώθησαν· «Προσελθὼν γὰρ, φησίν, αὐτοῖς ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες οὗν μαθητεύσατε πάντα πὰ ἔθνη.» Τοῦτό ἐστι, δι´ οὖ πρὸ μικροῦ τὸ ἀποστολικὸν ἔλεγον ἐκεῖνο, ὅτι ἡ ἀποβολὴ τῶν Ἰουδαίων καταλλαγὴ κόσμου γέγονε, καὶ ἠλεήθημεν ἡμεῖς τῇ τούτων ἀπειθείᾳ· ὁ γὰρ πρὸς τοὺς οἰκείους μαθητὰς λέγων πρότερον· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε οοῶιο","prev":{"citation":"Homiliae 244","label":"244","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/244","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/244"},"next":{"citation":"Homiliae 246","label":"246","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/246","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/246"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}