{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 249","citation":"Gregorius Palamas, Homiliae 249","ref":"249","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/249","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/249","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/249.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":430,"text":"θεῖον βάπτισμα καὶ τὰ ἑπόμενα τούτῳ θεῖα μυστήρια τῆς αἰωνίου καταδίκης οὐ ῥύσεται· ἀλλ´ ἐκπεσούμεθα τῆς οὐρανίου κληρονομίας, ὡς ἐκεῖνοι τῆς γῆς τῆς ἐπαγγελίας, ἀμετανοήτως πολιτευόμενοι, καὶ ταῖς θείαις ἐντολαῖς μὴ πειθόμενοι. Διόπερ ἐπάγει πάλιν αὐτὸς πρὸς ἡμᾶς λέγων· «Φὴ ἀπειθεῖς ὧμεν, ἀδελφοὶ, μηδὲ σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐκεῖνοι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμω·» «Τίσι γὰρ προσώχθισε, φησὶν, οὐχι τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν. Μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ πειράζωμεν τὸν Χριστὸν, ἀπιστοῦντες ταῖς αὐτοῦ πρὸς ἡμᾶς ἐπαγγελίαις, καὶ ἀπειθοῦντες ταῖς ἐντολαῖς καὶ τοῖς προστάγμασιν αὐτοῦ, καθὼς καί τινες ἐκείνων ἐπείρασαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῷν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ἀλοθρευτοῦ.» Ἔστι γὰρ καὶ λἐφ´ ἡμῶν ὁρᾷν τάς τε πονηρὰς ταύτας πράξεις, καὶ τὰ πάνδεινα ταῦτα πάθη, καὶ συνορᾷν ὅτι διὰ τὰς ἀμαρτίας ἡμῶν πάσχομεν κακῶς, καὶ σῶν αὐτῶν ἐκείνοις πειρώμεθα δεινῶν. Τίς γὰρ οὐκ οἶδε τὸ πῦρ τῆς πλεονεξίας ἐφ´ ἡμῶν καιόμενον, καὶ εἰς βψος αἰρόμενον, καὶ πανταχοῦ σχεδὸν φθάνον, ἐπὶ τοὺς πανδήμους φόρους, ἐπὶ τὰς κοινὰς ἀγορὰς, ἐπὶ τὰς γεωργίας, ἐπὶ τὰς συναλλαγὰς, ἐπὶ τὰς ἐμπορίας; Ἢδη δὲ καὶ τῶν ἱερῶν ἐχώρησεν εἴσω δόμων, καὶ τῶν ἑορτασίμων κατετόλμησεν ἡμερῶν, ἀνεόρ τους ἡμῖν καὶ τὰς ἑορτὰς ποιοῦν τῇ κατεσπουδασμένῃ καὶ κατεψευσμένῃ τῶν πλείστων περὶ τὸ κέρδος μανίᾳ καὶ ματαιότητι. Τί διαφέρουσι τοῦ ψιθυρίσαντός ποτε τὴν Εαν ὄφεως, καὶ τῶν ἐν τῇ ἐρήμῳ δακνόντων ὄφεων ἐκείνων, οἱ ψιθυρισμοῖς καὶ δόλοις τὰς ἐν ἡμῖν ἐμφυλίους κινοῦντες στάσεις; Πόσοι τῶν ἡμετέρων τῆς σωφροσύνης ἄλ καταμελοῦσι τοῖς κατὰ νόμον οὐκ ἀρκούμενσι γάμοις, ἀλλὰ πόρναις καὶ παρανόμοις ἐπιτρέχοντες κοίταις; Διὰ ταῦτα καὶ τὰ τοιαῦτα πολλοὶ τῶν ἡμετέρωνοἱ μὲν μαχαίρας ἔργον, οἱ δὲ λεηλασίας γεγόνασιν· οἱ δὲ μέλλουσιν, ἂν μὴ μετανοήσωσι· κἂν γὰριὲνταῦθά τις διαφύγῃ τὴν μέλλουσαν ἐκείνην ὀργὴν, μετὰ θάνατον τοὺς ἀμετανοήτως ζῶντας ἀναπόδραστον οὐ διαφεύξεται· «Διὰ ταῦτα γὰρ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,» ἡ παροῦσά τε καὶ ἡ μέλλουσα. Ἐπιστρέψωμεν οὖν, ἀδελφοὶ, ἀπὸ τῶν πονηριῶν ἡμῶν ἕκαστος· μὴ ποιῶμεν κακὰ, καὶ οὐ μὴ καταλάβῃ ἡμᾶς κακά· ἀλλὰ μάθωμεν καλὸν ποιεῖν. Καὶ τὰς μὲν κακίας δι´ ἐξομολογήσεως καὶ τῆς προσηκούσης μετανοίας ἀποβαλώμεθα· τῶν δὲ ἀρετῶν ἂν μὴ τελέως ἀντέχεσθαι δυνώμεθα τῇ πρὸς τὸν Θεὸν ταπεινώσει, καὶ τῇ πρὸς τοὺς πένητας ἀφ´ ὧν εὐποροῦμεν μεταδόσει, καὶ τῇ πρὸς τοὺς πταίοντας ἀνεξικάκῳ προαιρέσει, τὴν ἄνωθεν συγγνώμην ἐπισπασώμεθα, καὶ τὴν ἡμετέραν ἐν ἔργοις ἀγαθοῖς ἔλλειψιν διὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναπληρώσωμεν, ἵνα μεθ´ ἡμῶν ἀδιαλείπτως μένῃ κατὰ τὴν ἐπαγγελίαν","prev":{"citation":"Homiliae 248","label":"248","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/248","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/248"},"next":{"citation":"Homiliae 250","label":"250","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/250","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/250"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}