{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 25","citation":"Gregorius Palamas, Homiliae 25","ref":"25","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/25","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/25.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":443,"text":"διάβολος οὐχ ἅμα τὴν ἰδιοῤῥυθμίαν καὶ τὴν ἁμαρτίαν ὑποτίθεται, ἀλλὰ κατὰ μικρὸν ὑποκλέπτει πανούργως, ὑποψιθυρίζων ἡμῖν καὶ λέγων· Καὶ σὺ κατὰ σεαυτὸν ζῶν, καὶ μὴ σχολάζων τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, μηδὲ τὸ οὖς ὑπέχων τῷ διδασκάλῳ τῆς Ἐκκλησίας, δύνασαι καὶ παρὰ σεαυτοῦ συνορᾷν τὸ δέον, καὶ μὴ μακρυνθῆναι τοῦ ἀγαθοῦ. Ὅταν δέ τινα τῆς ἱερᾶς ὑμνῳδίας ἀποσχοινίσῃ, καὶ τῆς πρὸς τοὺς ἱεροὺς διδασκάλους ὑπακοῆς, μακρὰν αὐτὸν ποιεῖ καὶ τῆς θείας ἐπισκοπῆς, τοῖς ἔργοις αὐτὸν τοῖς πονηροῖς παραδούς· ὁ γὰρ Θεὸς πανταχοῦ πάρεστιν· ἕν ἐστι τὸ μακρὰν τοῦ ἀγαθοῦ, τὸ κακὸν, ἐν ῷ διὰ τῆς ἁμαρτίας γινόμενοι μακρὰν ἀποδημοῦμεν Θεοῦ· «Οὐ γὰρ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου,» ὁ Δαβὶδ πρὸς τὸν Θεόν φησι. Μακρυνθεὶς οὖν οὕτω, καὶ εἰς χώραν ἀποδημήσας μακρὰν οὗσαν ὁ υἱὸς ὁ νεώτερος, «Ἐκεῖ διεσκόρπισε, φησὶ, τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.» Πῶς οὖν διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ; Πρὸ πάντων οὐσία καὶ περιουσία ἡμῶν ἔμφυτος ὁ νοῦς ἐστιν ὁ ἡμέτερος. Ἔως μὲν οὖν τοῖς τῆς σωτηρίας τρόποις ἐμμένομεν, συνηγμένον αὐτὸν ἔχομεν πρὸς ἑαυτὸν, καὶ τὸν πρῶτον καὶ ἀνωτάτω νοῦν τὸν Θεόν· ἡνίκα δ´ ἂν τοῖς πάθεσι θύραν ἀνοίξωμεν, εὐθὺς σκορπίζεται, πλανώμενος πᾶσαν ὥραν περὶ τὰ σαρκικά τε καὶ γήῖνα, περὶ τὰς πολυμόρφους ἡδονάς, καὶ τοὺς ἐπὶ ταύταις ἐμπαθεῖς λογισμούς. Αὐτοῦ ἐστιν ἡ φρόνησις πλοῦτος, παραμένουσα τούτῳ καὶ διακρίνουσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, μέχρις ἂν καὶ αὐτὸς παραμένῃ ταῖς ἐντολαῖς καὶ συμβουλαῖς ὑπείκων τοῦ ἀνωτάτου Πατρός· τούτου δὲ ἀφηνιάσαντος, κἀκείνη σκορπίζεται εἰς πορνείαν καὶ ἀφροσύνην, τὰς παρ´ ἑκάτερον μέρος κακίας μεριζομένη. Τοῦτο δʹ ν ἴδοις καὶ ἐπὶ πάσης ἀρετῆς ἡμῶν καὶ δυνάμεως, αῖ εἰσιν ἡμέτερος ὄντως πλοῦτος, ὃς τῆς κακίας οὔσης πολυσχεδοῦς, ὅτ´ ἂν πρὸς αὐτὴν ἐκκλίνῃ, σκορπίζεται· αὐτὸς γὰρ ὁ νοῦς τείνει τὴν ἐπιθυμίαν πρὸς τὸν ἕνα καὶ ὄντως ὄντα Θεὸν, τὸν μόνον ἀγαθὸν, τὸν μόνον ἐφετὸν, τὸν μόνον ἀμιγῆ πάσης ὀδύνης τὴν ἡδονὴν παρέχοντα. Τοῦ νοῦ δὲ μαλακισθέντος ἡ πρὸς τὴν ὄντως ἀγάπην τῆς ψυχῆς δύναμις ἐκπίπτει τοῦ ὄντως ὁρεκτοῦ, καὶ πρὸς τὰς ποικίλας ὀρέξεις τῆς ἡδυπαθείας διασπωμένη, σκορπίζεται ἐντεῦθεν πρὸς ἐπιθυμίαν βρωμάτων οὐκ ἀναγκαίων ἐκεῖθεν πρὸς ἐπιθυμίαν Χ ὄ σωμάτων οὐκεύσχημόνων, ἑτέρωθεν πρὸς ἐπιθυμίαν οὐκ εὐχρήστων χρημάτων, ἄλλοθεν πρὸς ἐπιθυμίαν τῆς κενῆς καὶ ἀδόξου δόξης μεθελκομένη. Και οὕτω κατακερματιζόμενος ὁ ἄθλιος ἄνθρωπος, καὶ ταῖς ποικίλαις περὶ ταῦτα φροντίσς κατατεινόμενος, οὐδὲν τὸν ἥλιον αὐτὸν οὐδὲ τὸν ἀέρα, τὸν κοινὸν πᾶσι πλοῦτον, ἡδέως ἀναπνεῖ τε καὶ θεω ρεῖ. Αὐτὸς ὁ νοῦς ὁ ἡμέτερος μὴ ἀποστὰς τοῦ Θεοῦ, διεγείρει τὸν ἐν ἡμῖν θυμὸν κατὰ μόνου τοῦ διαβόλου, καὶ χρῆται τῇ τῆς ψυχῆς ἀνδρίᾳ κατὰ τῶν πονηρῶν παθῶν, κατὰ τῶν ἀρχόντων τοῦ σκότους, κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ἀν δὲ μὴ προσΚέχῃ ταῖς θείαις ἐντολαῖς τοῦ καθοπλίσαντος αὐτὸν δεσπότου, μάχεται τοῖς πλησίον, μαίνεται κατὰ τῶν ὁμοφύλων, ἀποθηριοῦται κατὰ τῶν μὴ συναινούντων οοιωοοοΟΟϛ","prev":{"citation":"Homiliae 24","label":"24","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/24"},"next":{"citation":"Homiliae 26","label":"26","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/26","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/26"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}