{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 253","citation":"Gregorius Palamas, Homiliae 253","ref":"253","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/253","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/253","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/253.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":428,"text":"των κακῶν αἰτίαν· καὶ οὐχ οἱ παρ´ ἡμῖν ἄρχοντες μόνον, ἀλλὰ καὶ οἱ ἀγοραῖοι· πόσα γὰρ ἐπιζήμια τοῖς ἀγοράζουσιν οἱ παρ´ ἡμῖν κάπηλοι καὶ οἱ ἄλλοι ἔμποροι ἐπιτεχνῶνται, μηδὲ μέτροις καὶ σταθμοῖς δικαίοις, ὅτε δύνανται, χρώμενοι! Διὰ ταῦτα καὶ τὰ τοιαῦτα παιδευόμεθα, καὶ ἔτι παιδευθησόμεθα· τὴν μὲν γὰρ τῶν ἐπηρειῶν λύσιν ποθοῦμέν τε καὶ ζητοῦμεν, τοῖς δὲ πταίσμασι δι´ ἃ παιδευόμεθα καὶ προστίθεμεν. Βούλεσθε μαθεῖν ὅσον ἡ πλεονεξία κακόν· Ἀπὸ τῆς πληγῆς, ἧς ἀρτίω· πάσνομεν, τοῦτο γνώσεσθε· πλεονεκτῆσαν γὰρ ἕν τῶν ἐν τοῖς σώμασι στοιχείων τὸ αἰμα, καθὼς ὁρᾶτε, τὸν θάνατον ἐπιφέρει τοῖς ἀποθνήσκουσιν Ὡς οὖν ἐν σώματι πλεονεξία διαφθείρει τὸ σῶμα, οὕτως ἡ ἐν τῇ ψυχῆ τὴν ψυχὴν διαφθείρει καὶ θανατοῖ, τὴν τοῦ Θεοῦ χάριν ζωὴν οὖσαν θειοτέραν ἀπ´ αὐτῆς ἐκδιώξασα. Προκαταλαμβάνει δὲ ἀεὶ ὁ τοιοῦτος τῆς ψυχῆς θάνατος τὸν ἐκ τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ ἐπιγινόμενον τῷ σώματι θάνατον· ἐπεὶ καὶ τὴν ἀρχὴν ἐκ τῆς ἁμαρτίας καὶ τῆς ἀθετήσεως τῆς θείας ἐντολῆς ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, οὐκ ἀπέθανε δὲ ὁ ἄνθρωπος πάραυτα παραβὰς, τοῦ Θεοῦ καιρὸν μετανοίας αὐτῷ παρέχοντος. Ἠδύνατο δὲ καὶ πάντας ὁμοῦ τοὺς ἀνθρώπους ἐκ μὴ ὄντων παραγαγεῖν, ἐπεὶ καὶ τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰς ἀρχὰς, τὰς δυνάμεις, τὰς ἐξουσίας, τὰς κυριότητας, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς ἀνωτάτω θρόνους, ἐνενόησε μόνον, καὶ τὸ ἐννόημα ἔργον ἦν, καὶ ὁμοῦ παρήχθησαν ἄπαντες. Ἠδύνατο οὐν ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ πάντων ἀνθρώπων τὸ γένος ποιῆσαι· καὶ πάλιν ἐν ἑνί τινι καὶ ὡρισμένῳ καιρῷ διὰ τοῦ θανάτου τούτους ἀπαλεῖψαι τῆς γῆς, ὡς καὶ ἐν τῷ κατακλυσμῷ πεποίηκε, τὸν Νῶς μετὰ των παίδων διαφυλάξας μόνον εἰς δευτέρας γενεᾶς γένεσιν. Ἀλλ´ οὐκ ἠθέλησε τοῦτο διὰ φιλανθρωπίαν· ψκονόμησε γὰρ ἐν ἄλλῳ, μᾶλλον δὲ πολλοῖς ἄλλοις οἰκείοις τε καθ´ αἷμα καὶ οὐκ οἰκείοις, βλέπειν ἡμῶν ἕκαστον τὸν ἀφεύκτως μλλοντα καταλήψεσθαι θάνατον, ἵνα διὰ τῆς αὐτοῦ θέας ἐναγώμεθα πρὸς μετάνοιαν καὶ μελέτην τῶν μετὰθάνατον. Ἐπεὶ δὲ νῦν ἡμᾶς παντάπασιν ἀμετανοήτους ζῶντας ὑρᾷ, καὶ μηδεμίαν τῶν μελλόντων ποιουμένους φροντίδα, τὸν θάνατον ἐπάγει σχεδὸν πᾶσιν ὁμοῦ δικαίως, μὴ ἀνεχόμενος ἐπὶ κακῷ ζῆν ἡμᾶς καὶ παρατάσει τῆς ἁμαρτιας. Καὶ οὗτός ἐστιν ἡ τελευταία ἐνταῦθα τῶν ἁμαρτανόντων πληγὴ, ὡς ἀπὸ τῶν Αἰγυπτιακῶν πληγῶν ἐδιδάχθημεν. Ἔστι τοίνον καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐνδίκον ταύτης παιδείας καταλαβεῖν ἡμᾶς ὅσον ἡμάρτομεν εἰς Θεόν· ἀνθρώπου μὲν γὰρ παιδεύοντος, δυνατὸν καὶ χωρὶς αἰτίας δικαίας καὶ μικρᾶς ἀμαρτίας ἕνεκα μεγάλην ὑποστῆναι τὸν πταίσαντα τιμωρίαν διὰ τὴν ἀκρισίαν ἢ τὴν ἀπήνειαν τοῦ κολάζοντος, τὴν δέ γε ἀνωτάτω φιλανθρωπίαν οὐκ ἔστι πρὸς θυμὸν κινηθῆναι τοσοῦτον, καὶ πληγῶν θανατηφόρων ἐπαγωγὴν, ἅν μὴ μεγάλα ἁμάρτωμεν, καὶ ἀμαρτάνοντες ἀμετανόητο διαμένωμεν. Ἐπιγνῶμεν οὖν, ἀδελφοι, κἀντεῦθον τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ ἐπιστραφήτω ἕκαστος ἀπὸ τῶν","prev":{"citation":"Homiliae 252","label":"252","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/252","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/252"},"next":{"citation":"Homiliae 254","label":"254","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/254","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/254"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}