{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 257","citation":"Gregorius Palamas, Homiliae 257","ref":"257","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/257","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/257","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/257.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":433,"text":"ἔμψυχον τῆς χάριτος ὄργανον, κατ´ αὐτὴν ἐκινεῖτο καὶ θείῳ ἠγαλλιᾶτο Πνεύματι, οὕτω καὶ γεννηθείς ηὔξανε πάλιν καὶ ἐκραταιοῦτο Πνεύματι. Ἐπεὶ δὲ οὐκ ἦν ἄξιος αὐτοῦ ὁ κόσμος, ταῖς ἐρήμοις ἐξ ἁπαλῶν, ὡς εἰπεῖν, ὀνύχων ἐνδιῃτᾶτο τὸν ἀεὶ χρόνον, ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον βίον ἀνύων· λύπης ἄμοιρον, παθῶν ἀγενῶν ἀμέθεκτον, ἡδονῆς τῆς χαμαιζήλου καὶ προσύλου ταύτης καὶ περὶ σῶμα καὶ τὰς σωματικὰς αἰσθήσεις μόνας σαινούσης ἀνώτερον· Θεῷ μόνω ζῶν, Θεὸν μόνον ὁρῶν, Θεὸν τρυφὴν οἰκείαν ποιούμενος. Ἔζη τοίνυν καθάπερ ἔν τινι τῆς γῆς ἐξῃρημένῳ ἄΑἍ χωρίῳ· «Καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας, φησίν, ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.» Τίς δὲ ἡ τῆς ἀναδείξεως ἡμέρα ταύτης; Ἡνίκα ὁ τοῦ βαπτίσματος τοῦ Κυρίου ἐφειστήκει καιρὸς, περὶ ου καιροῦ γέγραπται, «Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Ὥσπερ οὗν ἀν Κύριος τηνικαῦτα, πάντων ἀσεβῶν ἡμῶν ὄντων ἀφάτῳ φιλανθρωπίᾳ χρησάμενος, ὑπὲρ ἡμῶν ἐξ οὐρανοῦ κατῆλθεν, οὕτω καὶ ὁ Ἰωάννης τότε τῆς ἐρήμου ἐξῆλθεν ὑπὲρ ἡμῶν, ὑπηρετήσων τῷ ἐκείνου φιλανθρώπῳ βουλήματι· πρὸς γὰρ τὸν κολοφῶνα τῆς τότε τῶν ἀνθρώπων κακίας, καὶ τὴν ἀνείκαστον τῆς τοῦ Θεοῦ φιλανθρωπίας συγκατάβασιν ἐκείνην, τοιούτου ἔδει καὶ τοῦ ὑπηρετησομένου, μηδεμίαν ὑπερβολὴν ἀρετῆς ἀπολείποντος· οὕτω γὰρ ἂν εἴλ. κυσε τοὺς ὁρῶντας, ὥσπερ οὖν εἵλκυσεν, ἐπιστρέψας πρὸς ἑαυτὸν μετὰ θαύματος, ὡς ἐξηλλαγμένος τις ὢν, καὶ ὑπὲρ ἄνθρωπον πολιτείαν ἐπιδεικνύμενος. Ἦν δὲ καὶ κήρυνμα κηρύττων τῆς οἰκείας πολιτείας ἐπάξιον· βασιλείαν γαροὐρανῶν ἐπηγγέλλετο, καὶ πῦρ ἄσβεστον ἠπείλει, καὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑπεδείκνυεν Χριστόν· «Οὐ τὸ πτύον, φησὶν, ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἄλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Οὐ λόγοις δὲ μόνον, ἀλλὰ καὶ δι´ ἔργων τοῖς πᾶσι τοῦτον ἐφανέρωσε, βαπτίσας αὐτὸν, καὶ δακτύλῳ δείξας, καὶ τοῖς οἰκείοις μαθηταῖς συστήσας, καὶ διὰ πάντων μαρτυρήσας, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ τῶν αὐτῷ προσιόντων ψυχῶν νυμφίος, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου. καὶ τὸν μολυσμὸν ἐξαίρων, καὶ τὸν ἁγιασμὸν ἀντεισφέρων καὶ χαριζόμενος. Ἑτοιμάσας δὲ οὕτω τὴν ἐδ´ν αὐτοῦ κατὰ τὴν Ζαχαρίου πρόῤῥησιν, καὶ τὸ πᾶν τελέσας, δι´ ὃ καὶ ἀπεστάλη καὶ προέδραμε, καὶ βαπτιστὴς ἐν Ἰορδάνῃ γέγονεν, ὑποχωρεῖ Χριστῷ τῆς πρὸς τοὺς συνειλεγμένους παῤῥησίας καὶ διδαακαλίας, καὶ ἀναχωρεῖ τοῦ πλήθους, τῷ Κυρίῳ τούτους παραδούς. Ἐπεὶ δὲ Ἱρώδης ὁ τοῦ βρεφοκτόνου ἐκείνου υἱὸς τὴν μὲν ἀρχὴν τοῦ πατρὸς πᾶσαν οὐ διεδέξατο, τετράρχης γὰρ οὗτος ἦν, τῇ δὲ κακίᾳ τούτου καὶ προσετίθει, συζῶν ἀκολασίᾳ, καὶ παράδειγμα τοῖς Ἰουδαίοις πάσης κακίας προκείμενος, οὐκ ἠνέσχετο ὁ Ἰωάννης σιγᾷν· πῶς γὰρ φωνὴ τῆς ἀληθείας ὥν; ἀλλ´ ἤλεγχεν αὐτὸν περί τε τῶν ἄλλων ἀπάντων ἀν ἐποίει πονηρῶν, καὶ μάλιστα περὶ Ἡρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, ἣν ἁρπάσας","prev":{"citation":"Homiliae 256","label":"256","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/256","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/256"},"next":{"citation":"Homiliae 258","label":"258","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/258","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/258"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}