{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 261","citation":"Gregorius Palamas, Homiliae 261","ref":"261","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/261","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/261.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":439,"text":"ἀναιροῦσι, τελέως καταργοῦντες αὐτὴν, ἀπιστοῦσί τε καὶ ἀντιλέγουσι τῇ θεοπνεύστῳ Γραφῇ, ἀσυνείδητοι παντάπασι καὶ ἀντικείμενοι τῷ λόγῳ τοῦ Θεοῦ γινόμενοι, καθάπερ ὁ Ἡρώδης τῷ Ἰωάννῃ. Ἀλλὰ καὶ οἱ πρὸς τὴν ἀλήθειαν τῆς εὐσεβείας ἀντιλέγοντες τὰ παραπλήσια πάσχουσι, μᾶλλον δὲ καὶ ποιοῦσιν. Ἐλεγχόμενοι γὰρ ὑπὸ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ πατρικῶν λόγων παρ´ ἡμῶν προτεινομένων, πρῶτον μὲν ὥσπερ κατακλείουσιν αὐτοὺς ἐν τοῖς βιβλίοις, λέγοντες, Ἄφετε αὐτοὺς ἐκεῖ κεῖσθαι, καὶ μηδεὶς αὐτοῖς χρήσθω, μηδὲ προ.τεινέτω τούτους· μηδὲ γοῦν τοῦ Κυρίου λέγοντος ἀκούοντες, «Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ ἐν αὐταῖς εὑρήσετε ζωὴν τὴν αἰώνιον.» Εἶτα ὑπὸ τῆς Ἡρωδιάδος, τῆς καθ´ ἑαυτοὺς δυσσεβοῦς δόξης, ἐπὶ τὸ χεῖρον προαγόμενοι, καὶ προτιθέασιν αὐτοὺς ἐπὶ πίνακος οἰονεὶ κατεσφαγμένους, διὰ τῶν οἰκείων συγΥραμμάτων τούτους ἀναιροῦντες, εἰς ἐπίχαρμα καὶ βλάβην τῶν αὐτοῖς συναινούντων. Οὔτως Ἡρώδης μὲν ἔστι πάσης κακίας τε καὶ δυσσεβείας πρόγραμμα· ὁ δὲ Ἰωάννης πάσης ἀρετῆς καὶ εὐσεβείας στήλη· Ἡρώδης μὲν γάρ ἐστι τὸ πλήρωμα τῆς κακίας, τὸ κράτος τῆς δυσσεβείας τὸ ὄργανον τῆς παρανομίας, ὁ σάρκινος ὄντως, ὡς κατὰ σάρκα ζῶν τε καὶ φρονῶν· Ἰωάννης δὲ ἡ τῶν ἀπ´ αἰῶνος θεοφόρων ἀκρότης, τὸ περιφανὲς καταγώγιον τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ τῆς θείας χάριτος φερωνύμως ἐπώνυμος, τὸ πάσης εὐσεβείας καὶ ἀρετῆς ἐνδιαίτημα. Δύο τοίνυν εἰκόνες πρόκεινται σήμερον, καθ´ ὑπερβολὴν πρὸς ἀλλήλας ἀνθεστηκυῖαι καὶ ἀντικείμεναι, ὧν ἡ μὲν ὀλίγα τε καὶ πρὸς ὀλίγον τοὺς κατ´ αὐτὴν ζῇν προαιρουμένους Κὐφραίνειν δοκοῦσα καὶ τιμᾷν, ἀτιμίᾳ καὶ θλίψει παραδίδωσιν ἀλήκτῳ καὶ ἀφορήτῳ· ἡ δὲ πρὸς ὀλίγον πονεῖν διδοῦσα τοὺς πρὸς αὐτὴν βλέποντας, εἶτα χαρίζεται τούτοις δόξαν καὶ ἀπόλαυσιν θείαν καὶ ἀπόῤῥητον καὶ ἀληθινὴν καὶ αἰώνιον. Εἰ μὲν οὖν κατὰ σάρκα ζῶμεν, κατὰ μίμησιν τοῦ δερματίνου iρώδου μέλλομεν ἀποθνήσκειν, καθά φησιν ὁ Ἀπόστολος· εἰ δὲ θείῳ ἄΑ Πνεύματι κατὰ ζῆλον τοῦ Ἰωάννου ταῖς πονηραῖς τοῦ σώματος ὀρέξεσι τε καὶ πράξεσιν ἀντικείμεθα, ζησόμεθα εἰς αἰῶνας. Τῆς μὲν γὰρ κατὰ πνεῦμα ζωῆς τὸ τέλος κέκρυπται νῦν ἐν τῷ Χριστῷ πρὸς τὸν Θεὸν, καὶ οὔπω πᾶσι φανερόν ἐστιν, ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα κληρονόμοι Θεοῦ, συγκληρονόμοι Χριστοῦ, τῶν αἰωνίων ἐκείνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτυχόντες, ἃ μήτε ὀφθαλμὸς εἰδε, μήτε οὖς ἤκουσεν, ἀλλ´ οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου, ὡς ὑπὲρ ἀκοὴν ὄντα καὶ ὁφθαλμὸν καὶ διάνοιαν· τοῖς δὲ κατὰ σάρκα ζῶσιν οὐ θνητὰ καὶ πρόσκαιρα μόνον, ἀλλὰ καὶ οὕτω σμικρὰ καὶ εὐτελῆ τὰ τερπνὰ, ὡς κερατίοις τισὶ καὶ χοιρώδει παρεικάζεσθαι βρώσει. Εἰ μὲν οὖν καὶ ταῦτα ἦσαν αἰώνια, πάλιν ἐκεῖνα τούτων προτιμᾷν ἔδει, ὡς ἀσυγκρίτως παντάπασιν ὑπερέχοντα· εἰ δὲ κατ´ ἐκεῖνα μεγάλα τινὰ καὶ θαυμαστὰ καὶ ταῦτα ἦν, ὅτι ταῦτα πρόσκαιρα, ἐκεῖνα δὲ αἰώνια, πάλιν ἐκεῖνα προτιμητέα ὡς διαμένοντα· ἐπεὶ δὲ ἐκεῖνα μὲν καὶ ἄληκτα καὶ ἀσύγκριτα, ταῦτα δὲ καὶ ἀχρεῖα καὶ πρόσκαιρα, προτιμήσωμεν, ἀδελ. φοὶ, τὰ μόνιμα καὶ ἀπόῤῥητα καὶ οὐράνια τῶν κάτω","prev":{"citation":"Homiliae 260","label":"260","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/260","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/260"},"next":{"citation":"Homiliae 262","label":"262","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/262","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/262"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}