{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 262","citation":"Gregorius Palamas, Homiliae 262","ref":"262","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/262","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/262","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/262.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":413,"text":"συρομένων καὶ φθειρομένων· παραδράμωμεν δικαίως τὰ παρατρέχοντα, κἂν πρὸς ὀλίγον σαίνοντα κλέπτῃ τὴν αἴσθησιν· ἀντιποιησώμεθα τῶν μελλόντων ὡς μενόντων καὶ μηδέποτε λυομένων· φεύγωμεν τὴν πρὸς Ἡρώδην ὁμοίωσιν· σπεύδωμεν, ὅση δύναμις, πρὸς τὴν τοῦ Προδρόμου τῆς χάριτος μίμησιν, καὶ μάλιστα πάντων ἡμεῖς, οἷς ὁ βίος μονήρης· ὤν ἡ πολιτεία τῶν κοσμικῶν ἐθῶν τε καὶ πραγμάτων διώρισται, καὶ ἐγγίζει πως τῷ ἐρημικῷ καὶ μεμονωμένῳ βίῳ τοῦ προφήτου καὶ Βαπτιστοῦ, ὃς καὶ τοῦτο προειδὼς ὡς προφήτης, ὅτι τὸ μοναδικὸν ἔσται τάγμα τὸ τοῦτον μετρίως γοῦν μιμεῖσθαί ποτε δυνησόμενον, οὐχ ὑπὲρ εὐσεβείας, ἀλλ´ ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλὴν, ἵνα καὶ ἡμεῖς ἔτοιμοι ὧμεν μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, εἰδότες ὅτι μαρτυρίου στέφανον λήψεται ὁ τὰ πάθη δι ἀρετῆς τροπωσάμενος· ὅσῳ γὰρ ἔλαττόν ἐστι κακὸν ἡ ἁμαρτία συγκρινομένη πρὸς τὴν ἀσέβειαν, τοσοῦτον ἐκ τοῦ ἀκολούθου μεῖζον ἀγαθόν ἂν εἴη τὸ προκινδυνεῦσαι τῆς ἀρετῆς· πῶς γὰρ ἂν οὐχὶ καὶ ὑπὲρ τοῦ μείζονος ἐκείνου, δηλονότι τῆς εὐσεβείας, εἴπερ ἐδέησεν, ἔθηκε τὴν ψυχὴν ὁ ὑπὲρ τοῦ ἐλάττονος ταύτην προδούς; Διὸ καὶ ὁ ἐν γεννητοῖς γυναικῶν μείζων, ὁ τῆς μετανοίας κῆρυξ, ὁ πρόδρομος καὶ Βαπτιστὴς τοῦ Σωτῆρος, ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλήν· ὃς οὐ τοῦ Χριστοῦ μόνον πρόδρομος ἦν, ἀλλὰ καὶ τῆς αὐτοῦ Ἐκκλησίας, καὶ τῆς καθ´ ἡμᾶς, ἀδελφοῦ, μάλιστα πολιτείας· ἐκεῖνος ἐκ στείρας ἐτέχθη τῆς Ἐλισάβετ, καὶ ἡμεῖς ἐκ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς γέγραπται· «Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡοὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·» ἐκεῖνον μετὰ τὴν γίννησιν ὁ βρεφοκτόνος Ἡρώδης φονῶν ἐδίωκε, διὰ τὴν πρὸς Χριστὸν ἀπέχθειαν καταμαχόμενος, ἀλλ´ εὗρε καταφυγὴν τὴν ἔρημον, καὶ φιλτέραν ἔκρινε τοῦ κόσμου, καὶ ταύτην ᾤκησεν. Ἐπιτίθεται καὶ ἡμῖν μετὰ τὴν πνευματικὴν γέννησιν ὁ νοητὸς Ἡρώδης, διώκων καὶ αὐτὸς ἁρτίως δι´ ἡμᾶς τὸν xριστόν· διὰ τοῦτο φεύγομεν καὶ ἡμεῖς τὸν κόσμον, καὶ καταφυγὴν εὐρίσκομεν τὰ ἀφιερωμένα ταῦτα τῷ Θεῷ φροντιστήρια, καὶ οὕτω διαδιδράσκομεν τοὺς ἀνηλεεῖς δορυφόρους καὶ μαχαιροφόρους ἐκείνου, τὰ τῶν παθῶν ὑπεκκαύματα, δι´ ὡν τὸν πνευματικὸν ἐπιφέρει θάνατον, τοῦ Θεοῦ χωρίζων ᾤΡ τὸν ἄνθρωπον. Οὗτός ἐστιν ὁ θάνατος ὁ διὰ τῶν ἐν ἡμῖν θυρίδων, ἤτοι τῶν αἰσθήσεων, ἐφ´ ἡμᾶς ἀναβαίνων· δι´ αὐτῶν γὰρτέπῆλθε καὶ τὴν ἁρχὴν, καὶ κατέσπασεν ἄνωθεν τὸ γένος ἡμῶν, τῆς ἀθανασίας ἐκβαλὼν τοὺς προπάτορας· ἤκουσεν Εὔα τῆς κακοβούλου τοῦ πονηροῦ συμβουλῆς· εἶδεν, ἔπαθεν, ἔφαγεν, ἀπέθανεν, ἔθελξε τὸν ἄνδρα, κοινωνὸν ἔλαβε καὶ τοῦ γεύματος καὶ τοῦ ττώαατος· ἐκεῖνοι πρὸς μίαν πεῖραν οὐκ ἴσχυσαν ἀντισχεῖν, ἐνὶ λόγῳ σὺν δόλῳ πάραυτα τὰ ὧτα ὑπέκλιναν, μιᾶς ὡραίας θέας ἡττήθησαν, καίτοι μήπω ἐμπαθεῖς ὄντες, ἀλλ´ ἀπαθεῖς, ἐν καθαρῷ παθῶν","prev":{"citation":"Homiliae 261","label":"261","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/261"},"next":{"citation":"Homiliae 263.1-16","label":"263.1 to 263.16","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/263.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/263.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}