{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 265","citation":"Gregorius Palamas, Homiliae 265","ref":"265","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/265","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/265","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/265.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":443,"text":"πρὸς τὴν ὑμετέραν ἀγάπην· «Ὅτι πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί·» τοῦτο γὰρ καὶ διὰ πάσης τῆς παραβολῆς ὁ Κύριος δείκνυσιν· ὡς ἂν ἡμεῖς σπουδάσωμεν μὴ τῶν κλητῶν ἀπλῶς, ἀλλὰ τῶν ἐκλεκτῶν εἶναι· ὁ γὰρ μὴ τῶν ἐκλεκτῶν ὤν, ἀλλὰ τῶν κλητῶν μόνον, οὐ μόνον ἐκπίπτει τοῦ ἀνεσπέρου φωτὸς, ἀλλὰ καὶ πρὸς τὸ σκότος ἐξάγεται τὸ ἐξώτερον, καὶ χεῖρας ὁμοῦ καὶ πόδας πεδηθεὶς, τοὺς μὲν ὡς μὴ πρὸς τὸν Θεὸν δραμόντας, τὰς δὲ ὡς μὴ τὰ τοῦ Θεοῦ εἰργασμένας, τῷ κλαυθμῷ καὶ τῷ βρυγμῷ παραδίδοται τῶν ὀδόντων. Ἀπορήσει δ´ ἄν τις πρῶτον, πῶς ὁ Κύριος πολλοὺς εἴρηκε τοὺς κλητοὺς, ἀλλ´ οὐχὶ πάντας ἀνθρώπους· εἰ γὰρ μὴ πάντες ἐκλήθησαν, οὐχὶ δικαίως οἱ μὴ κληθέντες ἐκπεσοῦνται τῶν ἐπηγγελμένων ἀγαθῶν, καὶ πειραθήσονται τῶν ἠπειλημένων βασάνων· ἴσως γὰρ ἂν ὑπήκουσαν, εἴπερ ἐκλήθησαν. Αλλὰ τοῦτο μὲν ἔχει λόγον, ὡς οὐκ ἂν δικαίως ἀπεδοκιμάσθησαν, εἴπερ μὴ ἐκλήθησαν· οὐκἐκεῖνο δὲ ἀληθές, ὅτι μὴ πάντες ἐκλήθησαν. Ὁ μὲν γὰρ Κύριος εἰς οὐρανὸν μετα τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναφερόμενος, πρὸς τοὺς οἰκείους εἶπε μαθητάς· «Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει·» καὶ, «Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὅιδάσκοντε; αὐτοὺς; τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.» Ὅτι δὲ τοῦτο κελευσθὲν εἰς ἔργον ἤγαγον οἰ μαθηταί, Παῦλος ὁ μέγας ἰκανὸς παραστῆσαι· «Μὴ γὰρ οὐκ ἤκουσαν· φησί; Μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν,» δηλονότι τῶν ἀποστόλων, ὥστε πάντες ἐκλήθησαν, καὶ δικαίως οἱ μὴ προσελθόντες τῇ πίστει κολασθήσονται. Πῶς οὖν ὁ Κύριος οὐ πάντες εἶπεν, ἀλλὰ «Πολλοί εἰσι κλητοί;» Ὅτι περὶ των προσελθόντων νῦν ὁ λόγος αὐτῷ· διὸ καὶ ὕστερον μετὰ τὴν παραβολὴν τοῦτο τέθεικεν·. ἂν γὰρ κληθεὶς; ὑπακούσῃ τις τῇ κλήσει, καὶ βαπτισθεὶς ἀπὸ Χριστοῦ κληθῇ, μὴ ἀξίως δὲ τῆς κλήσεως περιπατήσῃ, μηδὲ κατὰ Χριστὸν βιοὺς τελέσῃ τὰς ὑποσχέσεις ἃς ἔδωκε βαπτιζόμενος, κλητὸς μὲν ἔστιν, ἐκλεκτὸς δ´ οὕ. Ἀλλὰ καὶ τοῦτο ἀποροῦσι τινες, μᾶλλον δὲ καὶ ἐγκαλοῦσιν οἱ γῆ καὶ πηλὸς ὄντες τῷ ὑπερουρανίῳ, οἱ χθιζοὶ τῷ προαμωνίῳ. Τί γὰρ ἐκάλεσε, φασιν. ὁ Θεὸς εἰδὼς τοὺς μηδαμῶς, ἢ μὴ δι´ ἔργων ὑπακούσοντας; Τί δὲ καὶ ὅλως ἐποίησε τοὺς κολασθησομένους καὶ ταῦτα προειδώς; οὐδ´ ἐκεῖνο ἀκούοντες, ἄθ «Ὅτι καθόσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, κατὰ τοσοῦτον ἀπέχουσιν αἱ διάνοιαί μου ἀπὸ τῶν διανοιων ὑμῶν, λέγει Κύριος·» ἀλλὰ λογονετοῦσι καὶ λογοπραγοῦσι τὸν ἀπερινόητον. Πόσον ἡμεῖς διαφέρομεν μυρμήκων; Οὐκ ἀπὸ τῶν αὐτῶν ἔχομεν τὸ καθ´ ἡμᾶς φύραμα τοῦτο, τὸ σῶμα λέγω; Οὐκ ἀπὸ τῶν αὐτῶν τρεφόμεθα; Οὐκ ἐν τοῖς αὐτοῖς διαζῶμεν; Οὐ ταῖς αὐταῖς σχεὸὸν χρώμεθα δυνάμεσιν; Ἕστι δὲ καθ´ ἂς αὐτῶν καὶ ὑπερέχουσιν ἡμῶν οἱ μύρμηκες», iΙρομηθέστεροι γάρ εἰσι τῶν συμφερόντων, καὶ γνωστικώτεροι πόῤῥωθεν τῶν αὐτοῖς ἐπιτηδείων, καὶ","prev":{"citation":"Homiliae 264.14-25","label":"264.14 to 264.25","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/264.14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/264.14"},"next":{"citation":"Homiliae 266.1-16","label":"266.1 to 266.16","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/266.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/266.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}