{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 269","citation":"Gregorius Palamas, Homiliae 269","ref":"269","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/269","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/269","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/269.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":440,"text":"οἱ δὲ καὶ τοὺς κήρυκας κρατήσαν ε, τοὺς μὲν ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, πάντας δὲ, Ἐσον τὸ εἰς τὴν αὐτῶν ἧκον πρόθεσιν, καὶ ὕβρισαν καὶ ἀπέκτειναν. «Ὀργισθεὶς οὖν ὁ βασιλεὺς, οηοἰν, πέμψας ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν όλιν αὐτῶν ἐνέπρησεν·» ἐπεὶ γὰρ καὶ μετὰ τὸ παρ´ αὐτῶν ἐξειργασμένον πάθος ἔτι μακροθυμῶν, ἀπέστειλε τοὺς πρὸς μετάνοιαν ἐκκαλουμένους, ἀμνηστίαν ἐπαγγελλομένους, καὶ μεγάλων εὐαγγελιζομένους ἀγαθῶν ἐπίδοσιν, ἐγγύας τε τούτων καὶ ἀῤῥαβῶνας διδόντας, καὶ πίστεις ἀσφαλεῖς, οἱ δὲ μὴ μόνον οὐ μετενόησαν οὐδὲ προσέσχον, ἀλλάκαὶ Αῷχ ὕβριν ἀνταπέδωκαν, καὶ φόνοις ἠ μείψαντο τοὺς εὐαγγελιστάς· πέυπει δικαίως ἔπειτα τοὺς ἀπολέσοντας αὐτοὺς, καὶ τὴν πόλιν αὐτῶν ἐμπρήσοντας. Τίς δὲ οὐ οἶδε ταῦτα τετελεσμένα φανερῶς ἐπὶ τῆς Ἰερουσαλὴμ, ἢν καὶ πόλιν φονέων νῦν εἰκότως ἐκάλεσεν; Επεὶ δὲ οἱ κεκλημένοι πολλάκις πρότερον καὶ νῦν, ἐκεῖνοι μὴ μόνον ἀναξίους ἑαυτοὺς τῆς κλήσεως ἔδειξαν, ἀλλὰ καὶ ἀξίους ὁργῆς θείας καὶ πανωλεθρίας· κατὰ κέλευσιν τοῦ βασιλέως πρὸς τὰς ὁδοὺς ἀπελθόντες οἱ αὐτοὶ δοῦλοι, τουτέστιν οἱ τοῦ Κυρίου ἀπόστολοι, συνήγαγον, φησίν, ὅσους εὗρον πονηρούς τε καὶ ἀγαθοὺς, καὶ ἐπλήσθη ὁοῖκος ἀνακειμένων· οὗτοι δέ εἰσιν οἱ ἐξ ἐθνῶν κλητοί· μία γάρ πόλις ὑπῆρχε τηνικαῦτα τοῦ Θεοῦ ἡ Ἰερουσαλὴμ, καὶ εἷς αὐτοῦ οἶκος ὁ τοῦ Ἰσραήλ· οἱ δὲ ἔξω τούτου, οἵτινες ποτε τὰ ἔθνη ἧσαν εἰς τὰς ὀδοὺς ἦσαν οἰον ἐῤῥιμμένοι, πολλὰς καὶ διαφόρους οὔσας· τοιαῦτα γὰρ αὐτῶν ὑπῆρχε καὶ τὰ δόγματα. Πονηροὺς δέ φησι καὶ ἀγαθοὺς τοὺς ἐν ταῖς ὁδοῖς εὑρημένους καὶ συνειλεγμένους διὰ τὸ τῆς ἐν αὐτοῖς προαιρέσεως διάφορον, ἀφ´ ἧς οἱ μὲν ἐκλεκτοὶ γίνονται, τῇ πίστει τρόπον ἐπιδεικνύμενοι καὶ βίον συνάδοντα, οἱ δὲ τῶν ἐκλεκτῶν ἐξωθοῦνται, βίον βεβιωκότες αἰσχρόν τε καὶ πονηρὸν, καὶ πρὸς τὴν πίστιν ἀπάδοντα· δείκνυσι δὲ τοῦτο διὰ τῶν εξῆς· «Εἰσελθὼν γὰρ, φησίν, ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους,» τουτέστι τοὺς ἀπὸ τῶν κεκλημένων προσελθόντας. Εἰσέλευσις δέ ἐστιν αὐτοῦ πρὸς τὸ θεάσασθαι καὶ ἀνακρῖναι τοὺς ἀνακειμένους ἡ κατὰ τὸν καιρὸν τῆς μελλούσης κρίσεως ἔκφανσις. «Εἰσελθὼν οὖν ὁ βασιλεὺς, φησὶν, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου.» Ἔνδυμα τοῦ πνευματικοῦ γάμου ἐστίν ἡ ἀρετὴ, ἣν ὁ μὴ ἐνδυσάμενος ἐντεῦθεν οὐ μόνον ἀνάξιος τῆς θείας ἐκείνης εὐρεθήσεται παστάδος ἀλλὰ καὶ δεσμῶν καὶ μαστίγων ἀῤῥήτων πειραθήσεται. Εἰ δὲ καὶ ψυχῆς ἑκάστης ἔνδυμα τὸ σύζυγον ὑπάρχει σῶμα, ὁ μὴ τοῦτο φυλάξας, ἢ ἀποσμήξας ἐνταῦθα δι´ ἐγκρατείας καὶ ἁγνείας καὶ σωφροσύνης, ἀχρεῖον ἔξει τότε καὶ τῆς ἀφθόρου παστάδος ἐκείνης ἀνάξιον, καὶ τοῦ ταύτης ἐξωσθῆναι παραίτιον. Ἐλέγξας γὰρ, φησὶ, καὶ καταισχύνας ὁ βασιλεὺς τὸν μὴ ἀξίως τῆς κλήσεως ἐσταλμένον ἐκεῖνον, εἶπε τοῖς διακόνοις· «Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν,» τουτέστιν ἀφύκτοις τοῦτον περιβαλόντες δεινοῖς, χωρήσατε τῆς κατοικίας καὶ συναυλίας τῶν εὐφραινομένων. «Καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Δεῖται γὰρ χεῖρας καὶ οοῳοοΟϛ","prev":{"citation":"Homiliae 268.16-25","label":"268.16 to 268.25","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/268.16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/268.16"},"next":{"citation":"Homiliae 270","label":"270","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/270","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/270"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}