{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 277","citation":"Gregorius Palamas, Homiliae 277","ref":"277","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/277","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/277","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/277.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":449,"text":"ὑπάρχων Δημήτριος, καὶ καλλονὴπαγκόσμιός τε Κἄμα καὶ ὑπερκόσμιος. Τοῦτον ὁ Δαβὶδ προλαβὼν ἐμακάρισε καὶ ἀνύμνησε, «Μακάριος, λέγων, ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἀμαρτωλῶν οὐκ ἔστη.» Οὐδὲ γὰρ ἐν νῷ ποτὲ κατεδέξατό τι τῶν μὴ θεοσεβῶν, οὔτε πρὸς πρᾶξιν ὥδευσεν οὐ θεάρεστον· ἀλλὰ φυλάξας ἑαυτῷ τὴν ἐκ τοῦ κατὰ Χριστὸν βαπτίσματος θείαν χάριν ἀμίαντον, τῷ τοῦ Κυρίου νόμῳ συνᾷδον εἶχε τὸ θέλημα, Θεοῦ βίβλος οἷον καὶ θεοχάρακτός τις ὑπάρχων πυκτὶς, καὶ πλὰξ ἢ πίναξ δακτύλῳ γεγραμμένη Θεοῦ, καὶ προτεθειμένη τοῖς πᾶσιν εἰς κοινὸν ὄφελος. Κατὰ γὰρ τὸν σαΐαν, πρὶν ἢ γνῶναι τὸ κακὸν, ἐξελέξατο τὸ ἀγαθὸν, καὶ ἐν αὐτῷ τῷ τῆς νεότητος ἄνθει τὴν τῆς παρθενίας ὥραν ἠσπάσατο, καὶ ὅλος τῆς κτήσεως ταύτης ἠν, πάντα πράττων, ῶστε παρθένος εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ δι´ αὐτοῦ τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχειν, καὶ τοῖς ἀσωμάτοις ἐξ ἐφαμίλλου χωρεῖν μετὰ σώματος, καὶ πρὸς τοῦτο συμμάχους τὰς ἄλλας πάσας ἀρετὰς εἶχε, καὶ πρὸ τῶν ἄλλων τὴν τῆς σοφίας σπουδὴν. ἵνα συνέσει καὶ καθαρότητι τελειωθεὶς ἐν ὀλίγῳ τὴν ἐπαινουμένην πολιὰν ἐν τῇ νεότητι φέρῃ· πολιὰ γάρ ἐστι κατὰ Σολομῶντα σύνεσις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Ἡν οὖν νεανίας ἁπαλὸς, εὖ μάλα καλὸς ἱδεῖν, οὐ τὸν ἔξω καὶ ὑπ´ αἴσθησιν μόνον ἄνθρωπον, ἀλλὰ πολλῷ μᾶλλον τὸν ἔνδον καὶ μὴ ὁρώμενον, ὅν ἰδὼν ὁ βλέπων εἰς καρδίαν Θεὸς, ἐπὶ τοσοῦτον ἤλω τοῦ νοεροῦ καὶ ἀθεάτου κάλλους, ὡς ἐνσκηνῶσαι εὐδοκῆσαι τούτῳ, καὶ ἓν πνεῦμα μετ´ αὐτοῦ τελέσαι, καὶ ἐξ ἐκείνου τὰ πάντα ἀπεργάσασθαι θεῖον. Εὗρε γὰρ τὸν μὲν Δαβὶδ ἄνδρα· Δημήτριον δὲ μηδ´ εἰς ἡλικίαν ἀνδρῶν παραγγείλαντά πω, νέον δὲ ἔτι κομιδῆ, κατὰ τὴν καρδίαν εὗρεν ἑαυτοῦ ἐργάτην ἀνεπαίσχυντον, πληρωτὴν τῶν ἐνταλμάτων αὐτοῦ· εὖρε σκεῦος ἐκλογῆς, κατὰ Παῦλον, τοῦ βαστάσαι τὸ ὄνομα αὐτοῦ ἐνώπιον ἐθνῶν καὶ βασιλέων· εὗρεν ἔσοπτρον ἀκηλίδωτον, δεκτικὸν καὶ δεικτικὸν τῆς ὑπερανῳκισμένης καὶ ἀποῤῥήτου καλλονῆς. Ἐγὼ καὶ τῆς φωνῆς ἐκείνης ἐπ´ αὐτὸν ἀκούω μυστικῶς ἐνεχθείσης, Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ πνεῦμά μου ἐπ´ αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ, καὶ τοὺς μὲν μετασκευάσει καὶ κατασκευάσει ἀξίους ἐξ ἀναξίων, ἵν´ ᾗ αὐτὸς ὡς στόμα ἐμόν· τοὺς δὲ ἐλέγξει καὶ καταισχυνεῖ καὶ ἀποδείξει κατηρτισμένους ὄντας εἰς ἀπώλειαν. Εἰ γὰρ καὶ περὶ Χριστοῦ ταῦτα γέγραπται, ἀλλὰ καὶ ὡς δι´ ἐκείνου τοῖς κατ´ ἐκεῖνον ἀκριβῶς βιοῦσι χαρισθησόμενα. Ἢν οὖν καὶ διδάσκαλος καὶ ἀπόστολος τοὐντεῦθεν Δημήτριος, ὁ σοφὸς,. καὶ παρθένος, καὶ ὅσιος, καὶ ὡς εἰπεῖν πάγκαλός τε καὶ παναμώμητος, καὶ φύσει καὶ σπουδῇ καὶ χάριτι λαμπρυνόμενος, καὶ Δημητρίῳ τότε, vατὰ τὸ εἰρημένον περὶ τοῦ Λὐσίτου Ἰὼβ, οὐκ οὐ ὅμοιος ἐπὶ τῆς γῆς, μᾶλλον δὲ τούτῳ, τῷ πάντα θείῳ, οὐδ´ αὐτὸς ἦν ὁ Ἰὼβ ὅμοιος, ᾧ ποτε, κατὰ τὸ γεγραμμένον, ὅμοιος ἐν ἀνθρώποις οὐκ ἦν. Ἄμεμπτος γὰρ, δίκαιος, εὐσεβής. Καὶ ὁ Ἰὼβ πρότερον,","prev":{"citation":"Homiliae 276.7-13","label":"276.7 to 276.13","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/276.7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/276.7"},"next":{"citation":"Homiliae 278.1-13","label":"278.1 to 278.13","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/278.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/278.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}