{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 280","citation":"Gregorius Palamas, Homiliae 280","ref":"280","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/280","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/280","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/280.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":437,"text":"Καὶ τέ δεῖ λέγειν, τοῦ καιροῦ μακρὰ λέγειν μὴ σαγχωροῦντος; Ἴστε τὴν ἀναξολὴν τοῦ τυράννου, καὶ τὴν κάθειρξιν ἀημητρίου, καὶ τὸν Νέστορα ἐπὶ τούτοις, καὶ τὴν πρὸς αὐτὸν τοῦ μεγαλομάρτυρος προφητείαν, καὶ την κατ´ αὐτὴν ἐκείνου κατὰ Λυαίου νίκην, καὶ τὸ μαρτύριον. Ἀλλ´ ὡς εἶδεν ὁ ἀρχέκας κος ὄφις παρατεινομένην τὴν ἀναβολὴν τοῦ τυράννου, αὐτὸς δὲ οὐκ ἔφερεν ἔτι ζῶντα βλέπειν ἐπὶ γῆς, τὸν καὶ πρὸ τῆς τελειώσεως τοῦ μαρτυρίου μέγαν Δημήτριον, σκορπίαν ὑποδὺς, προσβάλλει τῷ μόρτυρι, οὐχ ὡς ἀπατήσων ἢ θέλξων, καθάπερ πατὲ διὰ τοῦ ὄφεως τῆς πρώτης ἐκείνης ξυνωρίδος τῶν προπατόρων τὴν μὲν ἐξηπάτησε, τὸν δὲ δι´ ἐκείνης ἔθελξεν. ᾜδει γὰρ διὰ πείρας ἀνεξαπάτη. τον ὄντα Δημήτριον, καὶ γενναῖον ἐπιεικῶς, καὶ γεγυμνασμένον πρὸς διαίρεσιν τοῦ βελτίονος. Οὐχ ὡς ἀπατήσων οὖν διὰ σκορπίου προσβάλλει, ἀλλ´ ὡς πλήξων καιρίως, καὶ θανατώσων ὡς τάχιστα, καὶ ἀπαλλάξων ἑαυτὸν ὀντιπάλου τοσούτου τὴν ἀρετὴν καὶ τὴν δύναμιν. Ἀλλὰ φθάνει τὸ τάχος ἐκεῖνο καὶ τὴν σπουδὴν ἡ ἐνοικοῦσα τῷ Δημητρίῳ χάρις αὔτη καὶ δύναμις. Ἐπικλήσει γὰρ καὶ σφραγῖδι θείᾳ διὰ τῆς οἰκείας χειρὸς ὁ μάρτυς χρησάμενος, νεκροῖ τὸ τῆς νεκρώσεως ὄργανον, καὶ καταισχύνει τὸν ὑποδύντα, καταργήσας αὐτοῦ τὴν ἐνέργειαν, καὶ δείκνυσιν ἐντεῦθεν, ὡς, εἰ μὴ αὐτὸς ἑκὼν ὑπῆλθε τὸ πάθος, οὐδ´ ἂν ὅλως ἔπαθε, παρὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ δυνάμεως φρουρούμενός τε καὶ δυναμούμενος, θέλων δὲ παρωδίδοται, καὶ περικλείεται, καὶ χερσὶ κρατεῖται δημίων, καὶ ὑπὸ τῶν κακούργων πάσχει τὰ τῶν κακούργων, τὸν ὑπὲρ ἡμῶν παθόντα μιμούμενος. Διὰ τοῦτο καὶ τοῖς λογχοφόροις ἐπιστᾶσι φονῶσιν, ὑπὸ τοῦ τυράννου πεμφθεῖαιν ἀναπεπταμέναις ἀγκάλαις, ὡς καιρίως πληχθησομέναις, δέχεται τὴν τελευταίαν πληγὴν, μᾶλλον δὲ τὰς πληγὰς, διὰ πάντων ἰούσας, τῶν τε σπλάγχνων, καὶ ὀστῶν, καὶ σαρκῶν, ὡς ἑκατέραν πῶν πλευρῶν, τὴν μὲν ἔξωθεν δέξασθαι τὰς ἐκ τῶν αἰχμῶν διατρήσεις, τὴν δὲ, ἔνδοθεν, καὶ οὔτω διπλασιάζει, μᾶλλον δὲ πολυπλασιάζει, τὸ τῆς σωτηρίου. πάθος πλευρᾶς, τὰ ὑστερήματα κατὰ Παῦλον ἀναπληρῶν τοῦ Χριστοῦ, καὶ οὕτως ἐρᾷ τῆς σφαγῆς, καὶ οὕτως ἐρᾷ τοῦ τὸ ἴδιον αἷμα χεῖν ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, πάνυ πολλάκις καὶ διηνεκῶς, εἴπερ ἦν, ὡς καὶ παρὰ τοῦ γινώσκοντος τὸ περιὸν αὐτῷ καὶ ὑπερβάλλον τοῦ ἔρωτος πηγὴν λαβεῖν ἐν τῷ σώματι μύρων, ἵνα τοῦ αἵματος ἐπιλιπόντος, αὔτη καὶ εἰς τὸν ἑξῆς πάντα χρόνον ἀντὶ αἵματος ἐκ τοῦ σώματος χέηται εἰς δόξαν Χριστοῦ, ὃν οὗτος καὶ διὰ ζωῆς καὶ διὰ θανάτου, καὶ μετὰ θάνατον οὐκ ἐδόξασε μόνον, ἀλλὰ καὶ δοξάζει διηνεκῶς· παρ´ ο καὶ ἐν γῇ καὶ ἐν οὐρανῷ καὶ ἀντεδοξάσθη, καὶ δοξάζεται, καὶ δοξασθήσεται θείως. Ἐπέρχεται δέ μοι νῦν λέγειν περὶ αὐτοῦ, ὅπερ ὁ θεῖος Παῦλος φησὶ περὶ τοῦ Χριστοῦ. Συνίστησι γὰρ τὴν εἰς ἡμᾶς ἀγάπην καὶ ὁ μέγας Δημήτριος, ὅτι ἔτι ἀσεβῶν ἡμῶν ὄντων, οὗτος κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε· κατὰ χάριν μέντοι τοῦ Δεσπότου καὶ","prev":{"citation":"Homiliae 279","label":"279","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/279","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/279"},"next":{"citation":"Homiliae 281","label":"281","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/281","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/281"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}