{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 281","citation":"Gregorius Palamas, Homiliae 281","ref":"281","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/281","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/281","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/281.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":445,"text":"μίμησιν· καὶ πᾶσα ἡ πόλις αὕτη κατηλλάγημεν τῶ Θεῷ διὰ τοῦ θανάτου αὐτοῦ. Ποῦ γὰρ τὸ πλήρωμα ἐκεῖνο τῆς ἀσεβείας, ἐν ᾧ καὶ πολλοὺς εἶναι τῶν ἡμετέρων προγόνων οὐκ ἀπεικός; Ποῦ ὁ ἐπ´ εὐσεβείᾳ φόβος, καὶ αἱ διὰ τοῦτον ποθειναὶ καταδύσεις; Ποῦ οἱ τὴν τῶν θηρίων παρελάσαντες ἀγριότητα τῇ κατὰ τῶν εὐσεβούντων μανίᾳ; Πάντα λέλυται τὰ δεινὰ, πάντα προσεγένετο τὰ χρηστά. Δημητρίου τῆς εὐσεβείας προκινδυνεύσαντος. Καὶ ναοὶ μὲν εὐμεγέθεις, καὶ περικαλλεῖς, καὶ μόνῃ τῇ θέᾳ πάντας πρὸς ἑαυτοὺς ἐπιστρέφοντες, ἐπὶ τῶν καταδύσεων ἐκείνων ἑστήκασι· βασιλεῖς δὲ τῇ εὐς.βεία μᾶλλον, ἢ τῇ βασιλείᾳ κοσμούμενοι, συμπαριστᾶσιν ἡμῖν, καὶ συνεπικροτοῦσιν εὐφημοῦντος τὰς ἀριστείας τοῦ μάρτυρος· πᾶσα δὲ ἡ πόλις παῤῥησιαζόμεθα τὴν εὐσέβειαν, ἐπὶ τῷ μαρτυρίῳ τοῦ μεγάλου Δημητρίου καυχώμενοι. Καὶ γὰρ ἐξέχεεν τὴν ἑαυτοῦ ἀγάπην οὐκ ἐπὶ τὰς καρδίας ἡμῶν μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ σώματα, διὰ τῶν μύρων, ὧν εἰς ἡμῶν εὐρωστίαν ἀνίησιν ἐκ τοῦ σώματος ὧν ἄρα ἡ εὐωδία πανταχόθεν τῆς πόλεως ἀπήλασε τὴν ἀσέβειαν, καὶ πόλιν ἀνέδειξε ταύτην Θεοῦ, ἢ παράδεισον ἄλλον, εἰ μή τι καὶ πλέον, ἀρδομένην καὶ γαννυμένην ποταμῷ μύρων, ἀλλ´ οὐχ ὑδάτων· καὶ μύρων, ἐν οἷς καὶ ἐξ ὧν ἐστι πάντως διὰ τοῦ Πνεύματος ἡ χάρις τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν Δυνάμεων, ὡς ἔχειν ἡμᾶς λέγειν πρὸς τὸν μέγαν Δημήτριον, ὃ περὶ τῆς ἐν ἀφθαρσία νυμφευθείσης τῷ Θεῷ ψυχῆς ἐν τοῖς τῶν ἀσμάτων ᾤσμασιν ἀναγέγραπται· ὡς ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἱμάτιον δὲ τῆς μαρουρικῆς ψυχῆς νοήσεις τὸ σῶμα, οὐ καὶ αἱ σιαγόνες, κατ´ ἐκεῖνο πάλιν εἰπεῖν τὸ σμα, Ὡς φιάλαι μύρων, καὶ οἱ δάκτυλοι ὡς κρίνα στάζοντα εὐωδίαν. Πολλῷ μᾶλλον ἡ λογχευθεῖσα πλευρὰ, ἥτις οἷον ἀναστομωθεῖσα ταῖς λόγχαις, οὐκέτι ὡς φιάλη κατέχει παρ´ ἑαυτῇ τὰ μύρα, οὐδὲ ὡς κρίνα σταλαγμοὺς εὐώδεις ἀφίησιν, ἀλλὰ πηγὴν ἀναδίδωσιν ἀένναον καὶ ἀνέκλειπτον, ὡς εἶναι μὴ κατὰ τὸ ψαλμικὸν ἡμᾶς λέγειν, ὅτι Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων, ἀλλ´ ὅτι ἡ τοῦ Θεοῦ κρήνη, αὔτη δέ ἐστι τὸ μαρτυρικὸν σῶμα,. πεπλήρωται μύρων καὶ θαυμάτων καὶ ἰαμάτων, καὶ τὸ τούτων ἔτι θαυμασιώτερον, ὅτι καὶ κατὰ κρουνοὺς ῥέουσα τὸ πλῆρες οὐκ ἀποτίθεται. Καὶ, ὡς ἔοικεν, ἐκείνους εἴπε τοὺς λόγους πρὸς Θεὸν ἑκ τοῦ σώματος ἀνιοῦσα ἡ μαρτυρικὴ καὶ θεία ψυχὴ, οὓς καὶ ἡ τῷ Θεῷ νυμφευθεῖσα φησὶν ἐν ἐκείνοις τοῖς ξσμασι. Τίνας τούτους; Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Καὶ οὕτω τὸν μὲν ἀπὸ τῆς ἐπιπνοίας τοῦ νοητοῦ βορέου τρύχοντα τηνικαῦτα τὴν πόλιν χειμῶνα τῆς ἀσεβείας ἀπήλασε καὶ διέλυσεν· ἐπανήγαγε δὲ ἡμῖν τὴν νοητὴν ἀλέαν τῆς εὐσεβείας, ἢν ἡ εὔπνοια δίδωσιν ἐκείνου τοῦ νότου, ὃς κατὰ πρύμναν καθάπερ εἰσβάλλει τοῖς ἀναπλεῖν αἱρουμένοις πρὸς τὴν ἀνατολὴν τοῦ τῆς δικαιοσύνης ἡλίου, καὶ τῷ κήπῳ τῶν ἀρετῶν καὶ τῶν χαρίτων, οὕτος δέ ἐστι τὸ σῶμα τὸ μαρτυρικὸν, πηγάζειν ἔδωκε τὰ μύρα καὶ","prev":{"citation":"Homiliae 280","label":"280","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/280","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/280"},"next":{"citation":"Homiliae 282.1-11","label":"282.1 to 282.11","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/282.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/282.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}