{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 29","citation":"Gregorius Palamas, Homiliae 29","ref":"29","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/29","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/29","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/29.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":416,"text":"τῷ σεσωσμένῳ ἀσώνῳ ἐπὶ τῆς ἄνω Ἰερουσαλὴμ, τῆς μητρὸς τῶν ζώντων, τὴς Ἐκκλησίας τῶν πρωτοτόκων, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΔ ΟΜΙΛΑΔʹ. Ελὲ τὰ Εματνέλιον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας· καὶ περ εὐσπλαγχνίας καὶ εὐποιίας. Τῇ μὲν παρελθούσῃ Κυριακῇ μνήμην ἐποιεῖτο ἡ Ἐκκλησία τῆς τοῦ Θεοῦ περὶ ἡμᾶς ἀνεικάστου φιλανθρωπίας διὰ τῆς τοῦ σεσωσμένου ἀσώτου παραβολῆς Τῇ δὲ παρούσῃ διδάσκει περὶ τῆς τοῦ Θεοῦ φρικωδεστότης κρίσειος, καλῶς τῇ τάξει χρωμένη, καὶ ταῖς προφητικαῖς ἀκολουθοῦσα φωναῖς· «Ἔλεον γὰρ, φησὶ, καὶ κρίσιν ξσομαί σοι, Κύριε.» Καί· Ἃκαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τὸ ἔλεος οῦν καὶ ἡ μακροθυμία προηγεῖται τῆς θείας κρίσεως· πᾶσαν γὰρ ἀρετὴν ὁ Θεὸς ἐν ἑαυτῷ προέχων καὶ περιέχων, καὶ δίκαιος ἐν ταυτῷ καὶ ἐλεήμων ὤν, ἐπειδὴ τῇ κρίσει τὸ ἔλεος οὐ συνέρχεται, κατὰ «τὸ γεγραμμένον· Πτωχὸν ἐν κρίσει μὴ ἐλεήσης· εἰκότως διένειμεν ὁ Θεὸς ἑκάτερα τοὺς καιρούς· τὸν μὲν παρόντα μακροθυμίας τάβας καιρὸν, ἀνταποδόσεως δὴ τὸν μέλλοντα. Καὶ διὰ τοῦτο τὰ ἐπὶ τῆς ἱερᾶς Ἐκκλησίας τελούμενα οὕτω διέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα τοῦτο μαθόντες ἡμεῖς, ὅτι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι συγγνώμην ἀπὸ τῶν ἐνταῦθα λαμβάνομεν, σπεύσωμεν ἔτι τῷ βίῳ περιόντες τούτῳ, τοῦ αἰωνίου τυχεῖν ἐλέους, καὶ τῆς θείας ἀξίους ἐαυτοὺς ποιῆσαι φιλανθρωπίας· ἐκείνη γὰρ ἡ κρί. σις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Περὶ μὲν οὖν τῆς ἀνεικάστου τοῦ Θεοῦ περὶ ἡμᾶς κὐσπλαγχνίας, προλαβόντες ἱναγχος προιθέμεθα· σήμερον δὲ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παροσίας ἡμῖν ὀ λόγος, καὶ τῆς κατ´ αὐτὴν φρικωδεστάτης κρίσεως, καὶ τῶν κατ´ αὐτὴν ἀπορρήτως τελεσθησομέγων, ἂ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, θείου Πνεύματος ἄμοιρον, μὴ μόνον τὴν ἀνθρωπίνην αἴσθησιν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα τὸν ἀνθρώπινον· εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ πάντα εἰδὼς, καὶ κρίνειν μέλλων πᾶσαν τὴν γῆν, ὁ διδάσκων περὶ τούτων ἡμᾶς, ἀλλὰ συγκαταβαίνει τῇ δυνάμει τῶν διδασκομένων, συμμέτρους τοὺς λόγους ἀποδιδούς· διὰ τοῦτο καὶ ἀστραπή, καὶ νεφέλαι, καὶ σάλπιγξ, καὶ θρόνος, καὶ τὰ ὅμοια τούτοις εἰσάγεται, καίτοι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, τῶν νῦν ὄντων ἀλλοιουμένων. Εἰ δὲ καὶ λεγόμενα μόνον, καὶ συγκαταβατικῶς αὕτω λεγόμενα, φρίκης καὶ δέους τὴν ψυχὴν τῶν συνετῶς ἀκουόντων πληροῖ, τίς ὑποίσει τότε τίυν πραγμάτων αὐτῶν τελουμένων; Ποταποὺς δὲ δεῖ ἡμᾶς εἶναι ἐν ἀγίαις ἀναστροφαῖς καὶ εὐσεβεβαις προσδοκῶντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας; δι´ ἣν, ὡς ὁ θεῖος Πέτρος φησὶν, «Οὐρανοὶ μὲν πυρούμενοι λυθήσονται. στοιχεῖα δὲ καυσούμενα τήκεΗΟΜΗΗΑ Ιν.","prev":{"citation":"Homiliae 28.12-19","label":"28.12 to 28.19","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/28.12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/28.12"},"next":{"citation":"Homiliae 30","label":"30","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/30","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/30"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}