{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 38","citation":"Gregorius Palamas, Homiliae 38","ref":"38","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/38","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/38","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/38.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":412,"text":"Διὰ τούτων μὲν οὖν ὑποστατικῶς ἡμᾶς ὁ Χριστὸς ἐδικαίωσε, καὶ πρὸς ὑπακοὴν τοῦ ἀνωτάτου Ἰατρὸς ἐπανήγαγεν· αὐτὴν δὲ τὴν φύσιν ἦν παρ´ ἡμῶν προσλαβόμενος ἐκαινούργησεν, ἡγιασμένην καὶ δεδικαιωμένην καὶ τῷ Πατρὶ διὰ πάντα ὑπήκοον οὖσαν ἔδειξε, ὅι´ ὧν αὐτὸς ταύτῃ καθ´ ὑπόστασιν ἡνωμένος, κατ´ αὐτὴν ἔπραξέ τε καὶ ἔπαθεν· ὧν ἐστι καὶ ἡ τούτου σήμερον ἑορταζομένη παρ´ ἡμῖν εἰς τὸ ἱερὸν τὸ παλαιὸν ἐκεῖνο πρὸς καθαρισμὸν ἀνάβασις ἢ ἀναβίβασις, καὶ ἡ τοῦ θεολήποου Συμεὼν ὑπάντησις, καὶ ἡ τῆς διὰ βίου τῷ ἱερῷ κροσανεχούσης Αννης ἐξομολόγησις. Μετὰ γὰρ τὴν ἐκ Παρθένου τοῦ Σωτῆρος γέννησιν, καὶ τὴν κατὰ νόμους ὀκταήμερον περιτομὴν, καθάπερ ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν· «Ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ γὰρ νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Περιτέμνεται κατὰ τὸν νόμον, ἀνάγεται κατὰ τὸν νόμον, αρίσταται κατὰ τὸ γεγραμμένον ἐν νόμῳ Κυρίου, προσάγεται θυσία κατὰ τὸ εἴρημένον ἑν νόμῳ Κυρίου. Ὁρᾶτε ὅτι διὰ πάντων ὑπήκοος τῷ νόμω γίνεται ὁ τοῦ νόμου ποιητὴς καὶ δεσπότης; Τί διὰ τούτοων ἀπεργαζόμενος; ὑπήκοον ἐν πᾶσι τῷ Πατρὶ τὴν ἡμετέραν φύσιν ποιούμενος, καὶ τὴν κατ´ αὐτὴν ἡμῶν παρακοὴν ἐξιώμενος, καὶ τὴν δι´ αὐτὴν ἀρὰν εἰς εὐλογίαν μετασκευάζων· ὡς γὰρ ἐν Ἀδὰμἅπασα ἦν ἡ φύσις ἡμῶν, οὕτω καὶ ἐν Χριστῷ· καὶ ὡς διὰ τοῦ ἐκ γῆς Ἀδὰμ πάντες οἱ ἐξ ἐκείνου τὸ εἶναι λαβόντες εἰς γῆν ἀπεστράφημεν, καὶ εἰς δου φεῦ! κατηνάχθημεν, οὔτω διὰ τοῦ ἐξ οὐρανοῦ Ἀδὰμ, κατὰ τὸν Ἀπόστολον, πάντες εἰς οὐρανὸν ἀνεκλήθημεν, καὶ τῆς ἑκεῖ δόξης καὶ χάριτος ἠξιώθημεν· μυστικῶς μέντοι νῦν· «Κέκρυπται γὰρ, φησὶν, ἡ ζωὴ ἡμῶν σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ κατὰ τὴν δευτέραν αὐτοῦ ἐπιφάνειαν καὶ παρουσίαν, τότε καὶ ὑμεῖς πάντες φανερωθίσεσθε ἐν δόξῃ.» Πάντες τίνες; οἱ τῷ Χριστῷ υἱοποιηθέντες ἑν πνεύματι, καὶ πνευματικὰ τούτου τέκνα διὰ τῶν ἔργων ἀποδεικνύμενοι. Ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν παραστῆσαι τῷ Κυρίῳ. ΤΙνων αὐτῶν περὶ τῶν τεκόντων, ἅμα δὲ καὶ τῶν ἑκ συνδυασμοῦ τικτομένων ὁ τοῦ νόμου λόγος, ὡς δεομένων καθάρσεως· ἐπεὶ καὶ ὁ Ἔαλμῳδός φησιν· «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·ν ὅπου δὲ οὐ τεκόντες, ἀλλὰ τεκοῦσα ἡν μόνη, καὶ αὐτὴ παρθένος, καὶ παιδὸς τόκος ἀσπόρως συλληφθέντος, πάντως οὐκ ἦν χρεία καθαρισμοῦ, ἁλλ´´ ὑπακοῆς ἦν ἔργον καὶ τοῦτο, ἐπαναγαγούσης τὴν παρακούσασαν φύσιν, καὶ τῆς διὰ τὴν παρακοὴν ἀπαγούσης εὐθύνης. Ὅτε οὖν ἐπλήσθησαν αἱ ἡμέραι τοῦκαθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν παραστῆσαι τῷ Κυρίῳ, ἀναθεῖναι, φανερὸν ποιῆσαι πρωτότοκον ὄντα, καθὰ γέγραπται ἐν νόμῳ Κυρίου· «Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἄγιον τῷ Κυρίῳ","prev":{"citation":"Homiliae 37","label":"37","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/37"},"next":{"citation":"Homiliae 39","label":"39","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/39","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/39"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}