{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 39","citation":"Gregorius Palamas, Homiliae 39","ref":"39","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/39","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/39","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/39.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":424,"text":"Καὶ μὴν οὖτος μόνος ἐστὶν ὁ μήτραν ἐν τῷ συλληφθῆναι ᾖ διανοίξας, ἀσυνδυάστως κυοφορηθεὶς διὰ μόνου προσρήματος καὶ μηνύματος Θεοῦ, ὅπερ εἰς ἀκοὴν ἡ αρθένος δι´ ἀγγέλου ἐδέξατο. Πῶς οὖν ὁ νόμος, Πᾶν ἄρσεν, φησὶ, διανοῖγον μήτραν; ὯσΚπερ πολλοὶ λέγονται προφῆται καὶ πολλοὶ χριστοί, ὡς διὰ τοῦ ὧαλμῳδοῦ λέγει ὁ Θεός· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·» εἶς δέ ἐστιν ὁ Χριστὸς, καὶ εἷς ὁ μόνος Προφήτης οὗτος, οὕτω καὶ πᾶν μὲν πρωτότοκον λέγεται διανοίγειν μήτραν, ὁ δὲ ἀληθῶς διανοίξας οὗτός ἐστιν ὁ μόνος ἅγιος τοῦ ἸσραήλἈνήγαγον δὲ, φησί, καὶ, «Τοῦ δοῦναι θυσίαν καὶ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν.» Τὸ μὲν οὖν τῶν τρυγόνων ζεῦγος, ὑπεμφαῖνον τῶν τεκόντων τὸ σῶφρον, εἶχέ τινα λόγον πρὸς τοὺς νόμῳ γάμου συνεζευγμένους, οἱ δὲ δύο νεοσσοὶ τῶν περιστερῶν ἀπειρόγαμοι ὄντες σαφῶς προεῦήλουν τὴν Παρθένον, καὶ τὸν ἐκ τῆς Παρθένου ταύτης τεχθέντα, καὶ Παοθένον εἰς τέλος ὄντα. Καὶ ὅρα τοῦ νόμου τὸ ἀκριβές· ἐπὶ μὲν γὰρ τῶν τρυγόνων ζεῦγος εἶπεν, ὡς αἰνιττομένων τοὺς γάμῳ συνεζευγμένους, ἐπὶ δὲ τῶν νεοσσῶν ἐφυλάξατο τοῦτο· ἀπειρόζυγος γὰρ καὶ ἡ τεκοῦσα καὶ ὁ τεχθείς. Ἀλλ´ ὁ μὲν νό μος πόῤῥωθεν προκαταγγέλλων τὸν παρθενικὸν τόκον τοιαῦτα χρησμῳδεῖ, καὶ διὰ τοιούτων τοῦτον προῦπογράφει· αὐτοῦ δὲ τοῦ παραδόξως τεχθέντος νῦν εἰς τὸ ἱερὸν ἀναχθέντος, ἐτέρας τρυγόνας καὶ ἄλλους περιστερῶν νεοσσοὺς πρεπωδεστέρους ἡτοίμασε τὸ Πνεῦμα τὸ ἅγιον. Τίνας τούτους; Συμεὼν καὶ τὴν Ἅνναν, οὓς, εἴτε νεοσσοὺς περιστερῶν εἴποι τις, διὰ τὸ πρὸς κακίαν παντάπασι νηπιῶδες, εἴτε τρυγόνας διὰ τὸ τῆς σωφροσύνης ἀκρότατον, εὐλόγως ἐρεῖ. Ἀλλ´ ὁ μὲν Συμεὼν, ἵνα κατ´ ἐπιδρομὴν τὰ εὐαγγελικὰ διέλθωμεν ῥήματα, δίκαιος ὢν καὶ εὐλαβὴς, προκεχρηματισμένος τε ὑπὸ Πνεύματος ἀγίου, καὶ νῦν ὑπὸ τούτου κεκινημένος ἦλθεν εἰς τὸ ἱερὸν, καὶ ὑπήντησε καὶ ἐνηγκαλίσατο τοῦτο τὸ οὐράνιον καὶ ἐπίγειον ὄρέφος, αὐτῷ προσάγων ὡς Θεῷ τον τε ὕμνον καὶ τὴν ἱκεσίαν, ἐν εἰρήνῃ τε λυθῆναι τοῦ σώματος ἱκετεύων, καὶ σωτήριν αὐτὸ φῶς εἶναι· καταγγέλλων τοῖς πᾶσιν, εἰς πτῶσίν τε τοῦτο τες θεῖσθαι τῶν ἀπιστούντων, καὶ εἰς ἀνάστασιν τῶν εἰς αὐτὸ πιστευόντων ἰσχυριζόμενος. Εἶτα καὶ τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ βρέφους προσδιελέξατο, ἐκ τῆς περὶ τὸν σταυρὸν τοῦ παιδὸς ὀδύνης μητέρα κατὰ φύσιν φανερωθήσεσθαι δεικνὺς τοῦ νῦν θεανθρώπου βρέφους, καὶ τοὺς ἀμφιβόλους περὶ τούτου λογισμοὺς ἀποκαλύψασαν ἐκ τῶν καρδιῶν ἀπαλείψειν· καὶ ὁ Συμεών γὰρ τὴν γνησίαν τοῦ ἀμφιβόλου παιδὸς μητέρα ἐκ τῆς περὶ τὸ πάθος τοῦ παιδὸς ὀδύνης καὶ τῆς ἐπ´ αὐτὸ σφοδρᾶς λύπης καὶ συμπαθείας καλῶς ἐτεκμήρατο. Προφῆτις δὲ Ἄννα ἡ τοῦ Φανουὴλ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων οʹσα. νγστείᾳις τε καὶ δεήσεσι προσκειμένη, καὶ τοῦ ἱεροῦ μηδαμῶς ἀφισταμένη, θείῳ Πνεύματι τηνικαῦτα μᾶλλον γενομένη","prev":{"citation":"Homiliae 38","label":"38","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/38","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/38"},"next":{"citation":"Homiliae 40","label":"40","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/40","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/40"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}