{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 40","citation":"Gregorius Palamas, Homiliae 40","ref":"40","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/40","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/40","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/40.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":433,"text":"κάτοχος εὐχαρίστει τῷ Θεῷ, καὶ τὴν λύτρωσιν παραγενομένην τοῖς προσδεχομένοις εὐηγγελίζετο, ταύτην εἶναι δεικνῦσα τὸ βρέφος τοῦτο. Τοιαύτας λογικὰς τρυγόνας πρὸς ὑπάντην προέπεμψεν εἰς τὸ ἱερὸν ἀνιόντι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔδειξεν ἡμῖν ὁποίους εἶναι δεῖ τοὺς εἰσδεχομένους Χριστὸν, καὶ ὁποίους εἰναι δεῖ, καὶ ὁποίας τὰς ἐξ ἀνδρῶν τε τὸν βίον ἀπολιπούσας καὶ τοὺς τὰς ὁμοζύγους ἀποβαλόντας. Χήρα γὰρ ἦν ἡ τοῦ Φανοὺλ αὕτη Ἄννα, ἀλλὰ καὶ προφῆτις· πῶς; ὅτι τῶν κοσμικῶν καὶ βιωτικῶν ἀποστᾶσα φροντίδων οὐκ ΦΧ ἀφίστατο τοῦ ἱεροῦ· ὅτι νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς καὶ ψαλμῳδίαις συνδιημερεύουσα καὶ διανυκτερεύουσα τὸν βίον εἶχεν ἄμωμον· διὸ καὶ τὸν Κύριον, ᾠ δι´ ἔργων ἑλάτρευεν, εἰκότως ἐπεγίνωσκεν ἐλθόντα, καθὰ καὶ ὁ ψαλμῳδὸς Προφήτης πρὸς αὐτόν φησιν· «Ἡαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με.» Τοιαύτας εἶναι δεῖ καὶ τοιούτους τοὺς ἐκ τοῦ γάμου διὰ τῆς ἐντίμου χηρείας πρὸς τὸν παρθενικὸν βίον ἐγγίζειν ἢ καὶ συμβιοῦν αἱρουμένους. Ἐὰν οὕν τῆς δευτέρας συζυγίας ὡς χαμαιζήλου παντάπασιν ὑπερεῖδες, ἀπρὶξ ἔχου μοι τῆς προθέσεως, κατ´ ἴχνος βάδιζε τῶν ἐξ ἀρχῆς καὶ διὰ τέλους ἀγάμων. Ην ὅτε καὶ Πέτρος πενθερὰν ἔσχεν, ἀλλ´ Ἰωάννου σοῦ παρθένου πρὸς τὸ ζωαρχικὸν μνῆμα προσδραμόντος οὐκ ἀπελείφθη· ἔστι δὲ ἐφ´ ὦν καὶ ἐπανῆλθε, διὸ καὶ κορυφαῖος τῶν κορυφαίων ὑπὸ τοῦ κοινοῦ δεσπότου κατέστη. Πρὸς τοιοῦτον ὕψος ἀνάγει πόθος ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθείς. Σὺ δὲ ὄρα, μὴ τῆς μὲν ἀποσχόμενος ὡς πανδήμου, τῆς δὲ μὴ ἐφικόμενος ὡς δυσεφίκτου, παραρρυῇς καὶ λάθῃς καταπεσὼν, ὡς μήτε τῶν κατὰ νόμον, μήτε τῶν ὑπὲρ νόμον, ἀλλὰ τῶν παρανόμων ἐχόμενος. Εἰ δὲ τοὺς ἐν χηρείᾳ ὄντας, ἂν μὴ σωφρονῶσι, κατακρίτους ἀποφαινόμεθα, κἂν δευτέροις ἐννόμως ὁμιλήσωσι γάμοις, οὐ παντάπασιν ἀμέμπτους ἡγούμεθα· εἶπεν ἂν ὁ Παῦλος, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· πόσῳ μείζονος ἄξιοι καταδίκης οἱ τῆς ἐννόμου συζυγίας τὴν παράνομον ἡδονὴν προτιμῶντες; καὶ οἱ γυναιξὶ συνοικοῦντες, καὶ τῆς πορνείας οὐκ ἀπεχόμενοι; Πορνείας, ἢ καὶ τὸν παγκόσμιον ἐκεῖνον ἐπήνεγκεν κατακλυσμὸν, καὶ αὐτοῖς τοῖς υἱοῖς Θεοῦ κληθεῖσι τὴν ἀρχὴν, καὶ τοῖς Σοδομίταις ἐπήνεγκεν τὸν οὐρανόθεν ἐμπρησμὸν, καὶ τοῖς Ἰσραηλίταις τὴν ὑπὸ τῶν Μωαβιτῶν ἧτταν, καὶ τὸν πολυάνθρωπον ἐκεῖνον φόνον, καὶ νῦν ἡμῖν, οἶμαι, τὰς Οπὸ τῶν ἐθνῶν ἥττας καὶ πολυειδεῖς ἔσωθέν τε καὶ ἔξωθεν κακώσεις καὶ συμφοράς. Υἱοὺς δὲ Θεοῦ τοὺς ἀπογόνους Ἐνὼς πρώτους ἐκάλεσεν ἡ Γραφὴ, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου, Οτο, δὲ ἣν υἱὸς Σὴθ, οὗ τὸ γένος διίστατο τοῦ διὰ τὸν Κάῖν ἐπαράτου γένους, καὶ διῆγον ἐν σωφροσύνῃ, καὶ δι´ αὐτοὺς ἔτι τότε ἵστατο ὁ κόσμος, ἕως κατὰ τὸ γεγραμμένον, ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων, τουτέστι τὰς ἐκ τοῦ γένους τοῦ Κάῖν ὅτι καλαὶ, καὶ τοῦ πορνικοῦ κάλλους ἡττηθέντες ἔλαβον αὐτοῖς ἀπὸ πασῶν ὧν ἐξελέξαντο, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν,","prev":{"citation":"Homiliae 39","label":"39","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/39","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/39"},"next":{"citation":"Homiliae 41","label":"41","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/41","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/41"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}