{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 41","citation":"Gregorius Palamas, Homiliae 41","ref":"41","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/41","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/41","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/41.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":437,"text":"καὶ ἐπληθύνθη ἡ κακία ἐπὶ τῆς γῆς, καὶ ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας· καὶ εἰ μὴ Νῶε τότε, καὶ οἱ τοῦ Νῶε υἱοὶ σωφρονοῦντες εὐρέθησαν ἐπὶ τῆς γῆς, δῆλον δέ· καὶ γὰρ μιᾶς γυναικὸς ἕκαστος ἦν ἀνὴρ, μεθ´ ἧς καὶ εἰσῆλθεν εἰς τὴν κιβωτόν· οὐδ´ ἂν ὑπελείφθη ῥίζα τις καὶ ἀρχὴ πρὸς δευτέρου κόσμου γένεσιν. Ὡρᾶτε ὅτι διὰ τοὺς πορνεύοντας πάλαι ἂν ἀπώλετο ὁκόσμος οὗτος, εἰ μὴ διὰ τοὺς σωφρονοῦντας ἵστατο; Οἱ δὲ μηδὲ τοῦ παρόντος ἄξιοι κόσμου, ὡς ἀκοσμίαν τοῦτον ἀπεργαζόμενοι, πῶς οὐχὶ καὶ τοῦ μέλλοντος αἰῶνος ἐξωσθήσονται τῷ πυρὶ τῆς γεέννης παραδοθέντες, ὡς μὴ τῷ πυρὶ τῶν σαρκικῶν ἡδονῶν ἀντισχόντες, εἰ μὴ νῦν διὰ μετανοίας αὐτὸ μὲν ἀποσβάσουσι σπεύσαντες, τοὺς δὲ προγεγονότας ἐντεῦθεν μολυσμοὺς τοῖς δάκρυσιν ἀπονίψονται; Καὶ τοῦτο δὲ μὴ ἀγνοείτωσαν, ὡς ἐὰν μὴ ἀντιστῶσι σπεύσαντες διὰ τῆς μετανοίας τῷ πάθει, χείροσι προῖόντες παραδοθήσονται τοῖς παρὰ φύσιν αἰσχροῖς, ἃ πορνικῆς μὲν ἔστιν ἐπιθυμίας γεννήματα, ἄΑ ἕλκει ὁ τῆς γεέννης ἐνταῦθα τὸ πῦρ´ ὡς ἐντεῦθεν συραρπάσον τοὺς ἀκολάστους εἰς αἰώνιον κόλασιν. Τίς οὐκ οἷδε τοὺς Σοδομίτας καὶ τὴν παρανομωτέραν ἐκείνων πορνείας ἔκκαυσιν, καὶ τὸν καινότερον τοῦ πυρὸς ἐπ´ αὐτοὺς ὄμβρον καὶ τὴν ἀπώλειαν; Πολλάκις δὲ καὶ σύμπασα πόλις ἑνὸς ἀνδρὸς ἀσολγοῦς ἀπήλαυσεν, ὡς ἐπὶ τῶν Σικίμων ὑπὸ τῶν Ἰακὼβ παίδεον ἄρδην ἀφανισθέντων ἐγένετο, τοῦ Συχὲμ τὴν τοῦ Ἰακὼβ θυγατέρα Δείναν ἁρπάσαντος. Ἀλλ´ ἵνα τοὺς πρὸ τοῦ νόμου νῦν ἀφῶμεν, αὐτὸς ὁ νόμος οὐ τὴν νυμφευομένην, μὴ εὑρεθείσης ἐν αὐτῇ παρθενίας, λιθοβολεῖσθαι προστάττει; τὴν δὲ παπορνεομένην ἱερέως θυγατέρα οὐ πυρὶ κατακαίεσθαι; μίσθωμα πόρνης οὐκ ἀπαγορεύει τῷ ναῷ Κυρίου προσέρεσθαις τῶν δὲ Ἰσραηλιτῶν πορνικῶς ταῖς Μωαβίτισι συυφθαρέντων ἔργον μαχαίρας ἐν μιᾷ ἡμέρᾳ τρεῖς πρὸς ταῖς εἴκοσι χιλιάδες ἀνδρῶν ἔγένονο; Διὸ καὶ Παῦ λος ὁ μέγας πρὸς ἡμᾶς φησι· «Μὴ πορνεύετε, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.» Τοιαῦτα καὶ πρὸ νόμου, καὶ ἐν νόμῳ, καὶ διὰ νόμου τὰ τῆς πορνείας εἰσὶν ἐπιτίμια. Τί δὲ ἡμεῖς ὁἱ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐπιταττόμενοι, καὶ πάλ ν τοῖς αὐτοῖς περιπίπτοντες, δι´ ἃ ἔρχεται ἡ ὁργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας; οἱ νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς παραινούμενοι, πορνείαν, ἀκαθαρσίαν, πάθος κακὸν καὶ τὴν ἐπιθυμίαν, καὶ τῆς παραινέσεως οὐκ ἐπιστρεφόμενοι; Οὐ φοβηθησόμεθα ὀψέποτε γοῦν εἰ μηδὲν ἄλλο, τὰς γοῦν θεομηνίας, τὰς κάτωθεν, τὰς ἄνωθεν, τὰς ἑκβάσας, τὰς ἠπειλημένας ἐκείνας καὶ αἰωνίους; Οὐκ αἰδεσθησόμεθα τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσομεν; Οὐ φρίξομεν τὰς ἀποστολικὰς ἐπεξελεύσεις καὶ ἀποφάσεις καὶ παραινέσεις; ἐ Οὐκ οἴδατε, λέγοντος, ὅτι ναός ἐστε Θεοῦ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὶν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Καὶ πάλιν· «Φατερά","prev":{"citation":"Homiliae 40","label":"40","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/40","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/40"},"next":{"citation":"Homiliae 42","label":"42","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/42","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/42"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}