{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 46","citation":"Gregorius Palamas, Homiliae 46","ref":"46","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/46","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/46","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/46.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":448,"text":"θραύειν ἔχειν περιημμένα, καὶ τὴν οἱκείαν τῆς θερμότητος ἀμετρίαν ἐπὶ χώρας κατέχειν. Ἐπέχειν δέ πως καὶ τὴν ἀμετρίαν τῆς φορᾶς τῶν ἀνωτάτω περάτων ἀντιστρόφως ἰδίως αὐτὰ κινούμενα, καὶ κατέχειν ἐπὶ χώρας κἀκεῖνα διὰ τῆς ἀντιστρόφου περιστροφῆς, ἡμῖν τε παρέχειν ἐνιαυσιαίων πολυωφελεῖς διαφορὰς ὡρῶν, χρονικῶν τε διαστημάτων μέτρα, καὶ τοῦ κτίσαντος καὶ τάξαντος καὶ κοσμήσαντος Θεοῦ τοῖς συνιεῖσι γνῶσιν. Τὰ μὲν οὖν ἐν μετεώρῳ καὶ ἀνωτέρω πολυστρόφως οὕτω περιχορεύειν διττῶς ἐφῆκε, κάλλους τε παγκοσμίου χάοιν καὶ ὡφελείας πολυειδοῦς· τὰ δ´ ἄλλα κάτω καὶ περὶ τὸ μέσον ἔθηκεν, ὅσα βάρος ἔχει καὶ παθητὰ τὴν φύσιν ἐστὶ, γίνεσθαί τε καὶ ἀπογίνεσθαι πέφυκε, διακρινόμενά τε καὶ συγκρινόμενα, καὶ πάσχοντα μᾶλλον μεταθάλλειν πρὸς εὐχρηστίαν, κατὰ κόσμον ὑποτιθεὶς καὶ ταῦτα καὶ τὸν πρὸς ἄλληλα λόγον, ἵν´ ἑτοίμως ἔχῃ καλεῖσθαι κόσμος τὸ πᾶν ὕτω δὴ. πρῶτόν τι τῶν ὄντων ἐν τῇ κτίσει παρήχθη, καὶ μετὰ τὸ πρωτον ἕτερον, καὶ μεταξὺ πάλιν ἄλλο καὶ ἐφεξῆς, καὶ μετὰ πάντα ὁ ἄνθρωπος, ὃς τιμῆς τῆς παρὰ Θεοῦ καὶ προμηθείας ἠξίωται μείζονος, καὶ πρὶν ἢ πλασθῆναι καὶ μετὰ τὴν πλάσιν, ὡς καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον πρὸ αὐτοῦ γενέσθαι δι´ αὐτὸν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν εὐθὺς ἀπὸ καταβολῆς κόσμου δι´ αὐτὸν ἑτοιμασθῆναι πρὸ αὐτοῦ, καὶ βουλὴν περὶ αὐτοῦ προηγήσασθαι, καὶ χειρὶ Θεοῦ καὶ κατ´ εἰκόνα πλασθῆναι Θεοῦ, καὶ μὴ τὸ πᾶν σχεῖν ἐκ τῆς ὕλης ταύτης καὶ τοῦ κατ´ αἴσθησιν κόσμου, καθάπερ τὰ ἄλλα τῶν ζώων, ἀλλὰ τὸ σῶμα μόνον, τὴν δὲ ψυχὴν ἐκ τῶν ὑπερκοσμίων, μᾶλλον δὲ παρ´ αὐτοῦ τοῦ Θεοῦ δι´ ἐμφυσήματος ἀποῤῥήτου, ὡς μέγα τι καὶ θαυμαστὸν, καὶ τοῦ παντὸς ὑπερέχον, καὶ τὸ πᾶν ἐποπτεῦον, καὶ τοῖς πᾶσιν ἐπιστατοῦν, καὶ Θεοῦ γνωστικὸν ἅμα καὶ δεικτικὸν παντὸς μᾶλλον τῆς ὑπερανῳκισμένης τοῦ τεχνίτου μεγαλειότητος ἀποτέλεσμα. Ἐντεῦθεν καὶ παράδεισον ἐνδιαίτημα σχεῖν, ἐξαιρέτως ὑπὸ Θεοῦ καὶ τοῦτον πεφυτευμένον, καὶ θείας θέας καὶ ὁμιλίας ἐκεῖ τυγχάνειν αὐτοπροσώπου, καὶ συμβουλὴν ἐν τούτῳ καὶ ἐντολὴν παρὰ Θεοῦ λαβεῖν, νηστείαν ἐντελλομένην τὴν ἐκεῖ πρέπουσαν, ὡς ἂν ταύτην κατέχων καὶ συντηρῶν, ἀθάνατος καὶ ἀκάματος καὶ ἄλυπος διαμένῃ τὸν ἀεὶ χρόνον. Ὁ δὲ τῆς ἐντολῆς ταύτης καὶ συμβουλῆς τὴν ἐπιβουλὴν, φευ! τοῦ ἀρχεκάκου ὄφεως ἑκὼν προτιμήσας, καταλύσας τὴν ἐντεταλμένην νηστείαν, τῆς μὲν ἀειζωίας τὸν θάνατον, τοῦ δὲ τῆς ἀκηράτου τρυφῆς χωρίου τὸ πολυπαθὲς καὶ πολυσυμφορώτατον χωρίον τοῦτο τῆς ἀμαρτίας ἀντιλαμβάνει, μᾶλλον δὲ τὸν ἅδην καὶ τὸν ἐκεῖ κατακρίνεται ζόφον. Καὶ διέμεινεν ἄν ἡ φύσις ἡμῶν ἐν τοῖς καταχθονίοις ὑπὸ τὰς καταδύσεις ἐκείνου τοῦ τὴν ἀρχὴν ἀπατήσαντος ὄφεως, εἰ μὴ ὁ Χριστὸς ἐλθὼν, καὶ διὰ νηστείας ἀρξάμενος εἰς τέλος κατήργησε τὴν αὐτοῦ τυραννίδα, καὶ ἡμᾶς ἠλευθέρωσέ τε καὶ ἀνεζώωσεν, ὃ καὶ Μωῦσῆς προηγόρευσεν· ἐκεῖ γὰρ Χ νηστεύων ἐπὶ τοῦ ὄρους πλάκας δένετται θεοτεύκτους, καὶ νόμον αὐθις δακτύλῳ Θεοῦ γεγραμμένον πλαξὶ δευτέραις, καθ´ ὃ ἐκπαιδεύων τηνικαῦτα λαὸν ἱερὸν πάντα τὰ τοῦ Χριστοῦ προῦπέγραψεν ἔργῳ καὶ προϋπέδειξεν, ἐλευθερωτὴς","prev":{"citation":"Homiliae 45","label":"45","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/45","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/45"},"next":{"citation":"Homiliae 47","label":"47","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/47","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/47"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}