{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 50","citation":"Gregorius Palamas, Homiliae 50","ref":"50","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/50","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/50","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/50.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":410,"text":"καὶ τῆς προσευχῆς, παρακαλῶ, εἴ τί ποτε κατά τινος ἢ ἀληθῶς ἔχομεν, ἢ νομίζομεν ἔχειν, ἀφῶμεν, καὶ τῆς ἀγάπης ὅλοι γενώμεθα, κατανοοῦντες μᾶλλον ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, καὶ ὑπὲρ ἀλλήλων λέγοντές τε καὶ ἐν ἑαυτοῖς λογιζόμενοι, καὶ διανοούμενοι καλὰ ἐνώπιον Θεοῦκαὶ καὶ ἐνώπιον ἀνθρώπων, ἵνα νηστεύωμεν τὴν ἐπαινετὴν νηστείαν καὶ ἄμωμον, καὶ τὰ κατ´ αὐτὴν αἰτήματα ἡμῶν πρὸς τὸν Θεὸν εὐπρόσδεκτα γένηται, καὶ ὡς πατέρα τοῦτον κατὰ χάριν πρεπόντως ἐπικαλώμεθα, καὶ πρὸς αὐτὸν μετὰ παῤῥησίας λέγειν ἔχωμεν· «Πάτερ, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,» Ἄλλη πάλιν τῇ παρ´ ἡμῶν προσευχῇ καὶ τῇ νηστείᾳ, παρὰ τοῦ ταῖς ψυχαῖς ἡμῶν ἐπιβουλεύοντος, ἀχρείωσις ἡ οἴησις ἐπιγίνεται, ἢν καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἔχων, νηστεύων καὶ προσευξάμενος, ἀπεπέμφθη κενός. Ἀλλ´ ἡμεῖς εἰδότες, ὅτι ἀκάθαρτος καὶ ἀπρόσδεκτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, καὶ πολλῶν καὶ μεγάλων ὄντας ὀφειλέτας ἡμᾶς αὐτοὺς τῷ Θεῷ, καὶ τῆς ὀφειλῆς ὀλίγον ἀποδιδόντας ἐξεπιστάμενοι, τῶν μὲν ὄπισθεν ὡς μηδένα ἐπιλανθανώμεθα, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, νηστεύωμεν καὶ προσευχώμεθα μετὰ συντετριμμένης καρδίας καὶ αὐτομεμύίας καὶ ταπεινώσεως, ἵνα ᾖ καθαρὰ καὶ θεάρεστος ἡμῶν ἡ νηστεία, καὶ ἡ ἐν τῷ ναῷ τοῦ Θεοῦ προσεδρία τε καὶ παράστασις. Ἕτερος τοῦ πονηροῦ τρόπος, ἀκερδῆ τὸν τῆς νηστείας καὶ προσευχῆς κόπον ἡμῖν ἐργαζόμενος, τὸ πείθειν ἡμᾶς διὰ κενοδοξίαν ταῦτα καὶ μεθ´ ὑποκρίσεως πράττειν. Καὶ παραγγέλλει πάλιν ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ λέγων· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῶ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῳ φανερῷ.» Ταῦτα δέ φησιν, οὐ τὰς ἐν τῷ ναῷ συνάξεις καὶ προσευχὰς καὶ ψαλμῳδίας παραιτεῖσθαι κελεύων· οὐ γὰρ ἂν ὁ ψαλμῳδὸς Προφήτης πρὸς αὐτὸν ἔλεγεν· «Ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε,» καί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς. Κύριε· ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν·» καὶ, «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἐνώπιον τῶν φοβουμένων σε, Κύριε·» καὶ πρὸς ἡμᾶς· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν,» καὶ· «Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωλεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Ἀλλὰ πρὸς ἐτέροις ὑψηλοτέροις ἃ νῦν ὁ καιρὸς λέγειν οὐ παρέχει χώραν, καὶ τοῦτο διδάσκων εστὶν ὁ Κύριος, ὅτι ἡ κατὰ μόνας ἐν τοῖς ἡμῶν οἴκοις, κἀν τοῖς κοιτῶσιν αὐτοῖς εἰς προσευχὴν διέγερσις τὴν ἐπ´ ἐκκλησίας συνίστησι πρὸς τὸν Θεὸν, καὶ ἡ ἔνδον κατὰ διάνοιαν τὴν διὰ τῶν χειλέων· ὁ γὰρ τότε προσεύχεσθαι βουλόμενος, ἡνίκ ἂν εἰς τὸν τοῦ Θεοῦ ναὸν παραγένηται, οἴκοι δὲ κἀν ταῖς ὁδοῖς καὶ ταῖς ἀγοραῖς μηδεμίαν φροντίδα προσευχῆς ποιούμενος, οὐδ´ ἡνίκα πάρεστι τῷ τοῦ Θεοῦ ναῷ ἀληθῶς ὑπάρχει προσευχόμενος. Ταῦτα δείκνυσι","prev":{"citation":"Homiliae 49","label":"49","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/49","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/49"},"next":{"citation":"Homiliae 51","label":"51","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/51","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/51"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}