{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 51","citation":"Gregorius Palamas, Homiliae 51","ref":"51","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/51","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/51","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/51.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":438,"text":"ἐπενεγκών· «ᾌσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου» καὶ ἀλλαχοῦ· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.» Ἀλλὰ καί· «Ὅταν νηστεύητε, φησί, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν· σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψον, ὅπως μὴ φανῆς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῳ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. « Βαβαὶ τῆς ἀνεικάστου φιλανθρωπίας! τὴν γὰρ ἐπὶ τῆς μελλούσης κρίσεως ἐσομένην διάκρισίν τε καὶ ᾤΑ ἀπόφασιν αὐτοῦ διὰ τῶν ῥημάτων τούτων ἀρτίως ἡμῖν ὁ Κύριος ἐφανέρωσεν, ἵν´ ἡμεῖς τῆς κρείττονος ψήφου τε καὶ μοίρας ἐντεῦθεν ἐπιλαβώμεθα. Πρὸς μὲν γὰρ τοὺς κατὰ κενοδοξίαν καὶ μὴ κατ´ αὐτὸν ζῶντας ἐρεῖ τότε πάντως τοῖς νῦν εἰρημένοις ἀκολούθως· Ἀπολάβετε τὸν μισθὸν ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν, ὡς καὶ ὁ Ἀβραὰμ πρὸς τὸν ἐν τῇ φλογὶ πλούσιον ἐκεῖνον ἔλεγεν· «Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῆς ζωῇ σου.» Τοῖς δὲ πρὸς αὐτὸν βλέπουσιν ἐν τῷ πρὸς ἀρετὴν ἀσκεῖν ἀποδώσει ἐν τῷ φανερῷ, φησὶ, τουτέστιν ἐν τῷ παγκοσμίῳ ἐκείνῳ θεάτρῳ, εὐλογίαν καὶ κληρονομίαν καὶ τρυφὴν ἀντιδώσει, καὶ ἀπόλαυσιν ἀκήρατον καὶ διαιωνίζουσαν· ἧς μηδένα θέλων ἀποτυχεῖν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, φανεροῖ νῦν, ὡς ἔφην, τὴν ἀδέκαστον ταύτην καὶ ἀμετάθετον ψῆφον, υἱοὺς εἶναι Θεοῦ μόνους ἐνταῦθα δεικνὺς τοὺς τῆς ἀνθρωπίνης δόξης ὑπερορῶντας. Διὰ τοῦτο γὰρ καὶ τὸν λόγον ἑνικῶς προήγαγεν ἐπ´ ἀμφοτέρων, εἰπών· «Ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ·» ἵνα τοὺς μὲν καταφρονητὰς τῆς κενῆς καὶ ἀνθρωπίνης δόξης ἱοποιητούς τε καὶ συγκληρονόμους δείξῃ καὶ ποιήσῃ ἑαυτῷ· τοὺς δὲ μὴ τοιούτους ἐκβάλλῃ τῆς υἱοθεσίας· εἰ μὴ μεταμεληθεῖεν. Τοιαῦτα δέ φησιν ὁ Κύριος, ἵνα μὴ πρὸς τοὺς τῶν ἀνθρώπων ὀφθαλμοὺς ὁρῶντες οἱ προσευχόμενοι καὶ οἱ νηστεύοντες, παρ´ ὧν οὐδὲν ἐπὶ τούτοις ὄφελος, τὸν μὲν τῆς νηστείας καὶ τῆς προσευχῆς κόπον ὑπομένωμεν, του δὲ μισθοῦ στερώμεθα. Ἀλείφειν δὲ τὴν κεφαλήν φησι καὶ νίπτειν τὸ πρόσωπον, τουτέστι μὴ ὠχριᾶν ἐπιτηδεύειν, μηδὲ αὐχμηρὸν εἶναι καὶ κατάξηρον τὴν κεφαλὴν, ὡς ἐξ ἐπιτεταμένης νηστείας καὶ τῆς ἐπὶ τὸ σῶμα καταφρονήσεως δοκεῖν τοιαῦτα παθεῖν, καὶ οὔτω τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον θηρᾶσθαι· τοιαῦτα γὰρ φανητιῶντες ἐποίουν οἱ Φαρισαῖοι· διὸ καὶ τῆς κατὰ Χριστὸν Ἐκκλησίας δικαίως ἠλλοτριώθησαν, οἰς ἡμᾶς ἀφομοιοῦσθαι καθάπαξ ἀπαγορεύει ὁ Κύριος. Εἰ δὲ καὶ κεφαλὴν τῆς ψυχῆς ἀναγωγικῶς τις ἐρεῖ τὸν νοῦν ὡς ἡγεμονικὸν, καὶ πρόσωπον τὸ ταύτης φανταστικὸν, ἐν ᾧ τῶν κατὰ τὰς αἰσθήσεις ἐνεργειῶν ἔμμονός ἐστιν ἡ ἕδρα, καλὸν νηστεύοντας ἡμᾶς ἀλείφειν ἐλαίῳ τὴν κεφαλὴν, τουτέστιν ἐλεήμονα ποιεῖν τὸν ἡμετέρον νοῦν καὶ τὸ πρόσωπον ἡμῶν","prev":{"citation":"Homiliae 50","label":"50","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/50","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/50"},"next":{"citation":"Homiliae 52","label":"52","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/52","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/52"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}