{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 52","citation":"Gregorius Palamas, Homiliae 52","ref":"52","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/52","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/52","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/52.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":426,"text":"δηλονότι τὸ φανταστικὸν, νίπτειν ἀπὸ αἰσχρῶν καὶ ἀκαθάρτων λογισμῶν καὶ θυμοῦ καὶ πονηρίας πάσης· ἡ γὰρ τοιαύτη καὶ οὕτως ἐκτελουμένη νηστεία οὐ τὰ πονηρὰ πάθη πάντα μόνον, καὶ σὺν τούτοις τοὺς ἐφόρους καὶ δημιουργοὺς τῶν τοιούτων παθῶν φυγαδεύει καὶ καταισχύνει δαίμονας, ἀλλὰ καὶ τοῖς ἀγγέλοις ἐγκαταλέγει τοὺς νηστεύοντας, πρὸς αὐτοὺς ἐπιστρέφουσα ἐκείνους, καὶ φύλακας εἶναι τούτων παρασκευάζουσα, καὶ βοηθεῖν ἀναπείθουσα καὶ συμπράττειν αὐτοῖς. Οὕτω τοῖς τρισί ποτε νεανίαις ἐπὶ τῆς Βαβυλῶνος ἐγκρατείᾳ τε καὶ νηστείᾳ κεκοσμημένοις, συνὼν ἐν μέσῃ φλογὶ καὶ ὁ τέταρτος ἑωρᾶτο, περιέπων ἀσινεῖς καὶ δροσίζων παραδόξως αὐτούς. Οὕτω πολυήμερον νηστείαν ἄγοντι τῷ Δανιὴλ ἄγγελος ἐπέστη σοφίζων αὐτὸν, καὶ προκαταγγέλλων αὐτῷ τὰ μέλλοντα. Οὕτως ἄλλοτε προσευχῇ καὶ νηστείᾳ στόματα λεόντων φιμώσαντι προφήτην διαέριον ἐκόμισεν ἄγγελος ἐκ πολλοῦ διαστήματος τροφὴν ἐπιφερόμενον. Οὕτω καὶ ἡμῖν πνευματικὴν ἅμα καὶ σωματικὴν νηστείαν ἀσκοῦσι καὶ προσευχομένοις ἀγγέλων ἀγαθῶν συνεργείᾳ τὸ πῦρ τῆς σαρκικῆς ἐπιθυμίας κατασβεσθήσεται, καὶ ὁ θυμὸς ὡς λέων πᾶς ἡμερωθήσεται, καὶ προφητικῆς ἐν μεθέξει γενησόμεθα τροφῆς, τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι καὶ πίστει καὶ τῇ κατὰ νοῦν θεωρίᾳ, καὶ ἐξέσται ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἡ δὲ μὴ τοιαύτη καὶ οὕτως ἐκτελουμένη νηστεία πρὸς τοὺς πονηροὺς ἀγγέλους μᾶλλού τὴν συγγένειαν ἔχει· καὶ γὰρ τούτων ἐστὶν ἡ ἀτροφία μετ´ ὁργῆς καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῆς πρὸς τὸν Θεὸν ἀντιθέσεως, πρὸς οὓς ἡμεῖς ὡς δοῦλοι καὶ ὑπηρέται τοῦ ἀγαθοῦ ἀντικείμεθα· «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, φησὶν ὁ Ἀπόστολος, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.» Οὔκουν ἁπλῶς ἡμῖν διὰ νηστείας πρὸς αὐτοὺς ἡ ἀντίθεσις, ἀλλὰ χρήζομεν πρὸς φυλακὴν ἡμετέραν καὶ τοῦ θώρακος τῆς δικαιοσύνης, καὶ τῆς περικεφαλαίας τῆς σωτηρίου ἐλεημοσύνης, καὶ του θυρεοῦ τῆς πίστεως· ἔτι δὲ καὶ τῆς ἱκανωτάτης πρὸς ἄμυναν μαχαίρας τοῦ Πνεύματος, ἥτις ἐστὶν ὁ πρὸς ἡμᾶς τοῦ Θεοῦ σωτήριος λόγος· οὕτω γὰρ ἀγωνισόμεθα τὸν καλὸν ἀγῶνα, καὶ τὴν πίστιν βεβαίαν τηρήσομεν, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσομεν, καὶ νικηταὶ διὰ πάντων ἀναφανέντες αὐτοῦ τῶν οὐρανίων καὶ ἀκηράτων ἐπιτευξόμεθα στεφάνων, τοῖς ἐν οὐρανοῖς ἀγγέλοις ἀδίως συνευφραινόμενοι, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· Κπρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Ηʹ. Περὶ πίστεως· ἐν ᾗ καὶ τῆς κατ´ εὐσέβειαν ῥολόγίας ἔκθεσις. Ιιστεύομεν εἰς τὸν Θεὸν, καὶ πιστεύομεν τῷ Θεῷ ἕτερόν ἐστιν ἑκάτερον τούτων. Πιστεύειν μὲν γάρ ἐστι τῷ Θεῷ τὸ τὰς παρ´ αὐτοῦ πρὸς ἡμᾶς ἐπαγγελίας βεβαίας καὶ ἀληθεῖς ἡγεῖσθαι· πιστεύειν δὲ εἰς","prev":{"citation":"Homiliae 51","label":"51","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/51","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/51"},"next":{"citation":"Homiliae 53","label":"53","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/53","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/53"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}