{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 53","citation":"Gregorius Palamas, Homiliae 53","ref":"53","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/53","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/53","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/53.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":431,"text":"Θῆ τὸν Θεὸν τὸ περὶ αὐτοῦ φρονεῖν ὁρθῶς. Δεῖ δὲ καὶ ἀμφότερα ἡμᾶς ἔχειν, καὶ κατ´ ἀμφότερα ἡμᾶς ἀληθεύειν, καὶ οὕτως ἔχειν, ὥστε καὶ πιστεύεσθαι παρὰ πῶν ἀσφαλῶς ὁρώντων, καὶ πιστοὺς ἐνώπιον εἶναι τοῦ πρὸς ὃν ἡ πίστις Θεοῦ, καὶ ὡς πιστοὺς οὕτως παρ´ αὐτοῦ δικαιοῦσθαι· «Ἐπίστευσε γὰρ ὁ Ἀβραὰμ τῷ Θεῷ, φησὶ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Πῶς αὖν ὁ Ἀβραὰμ πιστεύσας ἐδικαιώθη Ἔλαβε παρὰ Θεοῦ ἐπαγγελίαν ἐν τοῦ σπέρματι αὐτοῦ, ὅπερ ἠν ὁ Ἰσαὰκ, εὐλογηθήσεσθαι πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ· εἴτα ὑπὸ τοῦ Θεοῦ προστάττεται, παῖδα ἕτι ὄντα, θῦσαι τὸν Ἰσαὰκ δι´ οὗ μόνο τὴν ἔκβασιν σχήσειν ἔμελλεν ἡ ἐπαγγελία· καὶ μηδέν ἀντειπών ὁ πατὴρ, αὐτόχειρ γενέσθαι τοῦ παιδὸς ἠπείγετο, καὶ τὴν δι´ αὐτοῦ ταύτην ἐπαγγελίαν βεβαίαν καὶ ἀδιάπτωτον ἡγεῖτο. ᾤ Βλέπετε τὴν δικνιοῦσαν πίστιν ὁποία; Ἀλλ´ ἐπηγγείλατο καὶ ἡμῖν ὁ Χριστὸς ζωῆς ἀιδίου καὶ τρυφῆς καὶ δόξης καὶ βασιλείας κληρονομίαν, εἰτα προσέταξε πτωχεύειν, νηστεύειν, εὐτελῶς καὶ τεθλιμμένως ζῇν, ἑτοίμους εἶναι πρὸς θάνατον, σταυροῦν ἑαυτοὺς σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐὰν οὖν πρὸς ταῦτα. σ εὐδωμεν, καὶ τῇ ἐπαγγελίᾳ ἐκείνῃ τοῦ Θεοῦ πιστεύωμεν, οὕτως ἐπιστεύσαμεν τῷ Θεῷ κατὰ τὸν Ἀβραὰμ, καὶ λογισθήσεται ἡμῖν εἰς δικαιοσύνην. Καὶ ὁρᾶτε τὴν ἀκολουθίαν τῶν προτεθέντων· οὐ μόνον γὰρ ἰσχυρὰ μαρτυρία καὶ παράστασις τῆς τοῦ Ἀβραὰμ πίστεως ἐγένετο τὸ συγκατατεθῆναι πρὸς σφαγήν τὸν Ἰσαάκ προθεῖναι, ἀλλὰ καὶ αἴτιον ὑπῆρξε τοῦτο τοῦ τὸν Χριστὸν ἐκ σπέρματος αὐτοῦ τεχθῆναι, δι´ οὗ εὐλογήθησαν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐπληρώθη ἡ ἐπαγγελία· τῷ γὰρ δόντι διὰ τὸν Θεὸν τὸν ἑαυτοῦ μονογενῆ τε καὶ γνήσιον υἱὸν ὀφειλέτης οἷον ὁ Θεὸς ἐγένετο, δι´ αὐτὸν καὶ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ἀντιδοῦναι τὸν ἑαυτοῦ μονο γενῆ τε καὶ γνήσιον Υἱόν. Οὕτω δὴ καὶ ἐν ἡμῖν ἡ διὰ τὰς ἐντολὰς τοῦ Θεοῦ σωφροσύνη καὶ δικαιοσύνη καὶ ταπείνωσις ὑπομονή τε τῶν ὁπωσδήποτε κακούντων, καὶ διάδοσις τῶν ὑπαρχόντων, ἢ τε τοῦ σώματος ἐν νηστείαις καὶ ἀγρυπνίαις κακοπάθεια, καὶ ἀπλῶς τε σταυροῦν ἑαυτοὺς σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οὐ μόνον παράστασις ἐστι τοῦ ἀληθῶς ἡμᾶς πιστεῦσαι ταῖς ἐπαγγελίαις τοῦ Χριστοῦ, ἀλλὰ καὶ ὀφειλέτην οἷον τὸν Θεὸν καθίστησι. ν τοῦ τὴν ἀίδιον καὶ ἀκήρατον ἡμῖν ζωὴν καὶ τρυφὴν καὶ δόξαν καὶ βασιλείαν ἀντιδοῦναι Διὸ καὶ αὐτὸς πρὸς τοὺς μαθητὰς αὐτοῦ βλέπων λεγε· «Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· Μακάριοι οἱ πενθοῦντες· Μακάριοι οἱ ἐλεήμονες· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·» καὶ, «Οὐαὶ οἱ πλουτοῦντες, οὐαὶ οἱ γελῶντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς πάντες εἴπωσιν ὑμᾶς οἱ δάνθρωποι.» Ὁ τοίνυν μὴ πρὸς τὰ μακαριζόμενα βλέπων, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Κυρίου ταλανιζόμενα, πῶς, εἰπέ μοι, πιστευθήσεται πιστεύειν τῷ Θεῳ; «Δεῖξόν μοι. φησὶ, τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· καὶ τίς","prev":{"citation":"Homiliae 52","label":"52","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/52","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/52"},"next":{"citation":"Homiliae 54.1-7","label":"54.1 to 54.7","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/54.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/54.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}