{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 58","citation":"Gregorius Palamas, Homiliae 58","ref":"58","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/58","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/58","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/58.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":432,"text":"μεθα τὴν ἀγαθὴν περὶ ταῦ α διάθεσιν· δείξωμεν ἐνεργῶς τοὺς καρποὺς αὐτῶν ὁποῖοι· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Ἀλλὰ καὶ τὸν γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμξάνειν· «Νόει ἃ λέγω,» φησὶν ὁ Ἀπόστολος. Τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη ἢ ψυχὴν ἢ σῶμα καθαίρει τε καὶ κοσμεῖ· μᾶλλον δὲ ψυχῆς ἕν γέ τι· μέρος ἢ σώματος, ὡς προσευχὴ καὶ ἐπιστήμη τὸν νοῦν, τὸν θυμὸν ἡ πραότης, τὴν ἐπιθυμίαν ἡ σωφροσύνη. Ἰ δὲ νηστεία καὶ ἡ ἐγκράτεια τὰς μὲν τοῦ σώματος ἐπαναστάσεις κοιμίζει, τὴν λύσσαν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀπομαραίνει, αἰθρίαν δὲ τῇ διανοίᾳ καθαρὰν ἐμποιεῖ καὶ οἰον ἀνέφελον, ἀποκαθαίρουσα ταύτην τῶν ἐκ τοῦ πλήθους τῶν βρωμάτων ἀνιόντων ἀτμῶν, καὶ της ἀπὸ τούτων ἀχλύος. Διὰ νηστείας καὶ ἐγκρατείας ὁ ἔξω ἄνθρωπος φθείρεται· ὅσῳ δὲ οὗτος φθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινίζεται κατὰ τὸν Ἀπόστολον. Παχεῖα γαστὴρ, εἶπέ τις, λεπτὸν οὐ τίκτει νοῦν· οὐκοῦν ἡ διὰ νηστείας καὶ ἐγκρατείας λεπτυνομένη καὶ τὸν νοῦν ἐξ ἀνάγ κης λεπτύνει. Οὕτω πᾶν καλὸν καὶ ἀγαθὸν διὰ ταύτης κατορθοῦται καὶ τελειοῦται. Διπλοῦν ἐστι περιτείχισμα ἡ νηστεία καὶ ἡ ἐγκράτεια· καὶ ὁ ἐν ταύταις βιῶν εἰρήνης ἀπολαύει πολλῆς, ὡς τῆς Ἰερουσαλὴμ ὢν ἐντὸς. Ἰερουσαλὴμ γὰρ εἰρήνη ἑρμηνεύεται. Τούτῳ δὲ πολεμεῖ τῷ τείχει ὁ τοῦ Βαβυλωνίου ἄρχοντος ἀρχιμάγειρος· κἂν οὐχ εὔρῃ τοὺς ἐντὸς ἀντεχομένους τῶν τειχῶν καρτερῶς, καθαιρεῖ ταῦτα, προσαγαγὼν ὡς ἑλεπόλεις τὰ τῆς ὀψαρτυτικῆς μαγγανεύματα. Εἰ δὲ οἱ ἐπὶ τῶν τειχῶν τούτων οὐ μόνον περιφρονοῦσι τὰ ποικίλα τῶν ὄψων, ἀλλὰ καὶ τὸν ἄρτον ἐπὶ τὸ εὐτελέστερον ἔτι μάττουσιν, αὐτοὶ μᾶλλον δι´ ἐγκρατείας ἀνατρέπουσι καὶ τὴν σκηνὴν ΡΙαδιάμ· τοιοῦτον γάρ τι προτυποῖ καὶ ἡ κατὰ τὸν Γεδεὼν ἱστορία· «Ἰδοὺ γὰρ, φησί, μερὶς ἄρτου κριθίνου, κυλιομένη ἐπὶ τὴν παρεμβολὴν Μαδιάμ.» Ἐδήλου δὲ ὁ κρίθινος ἄρτος τῶν ἐπιστρατευσάντων μετὰ Γεδεὼν τὴν καὶ ἐπὶ τῶν ἀναγκαίων τροφῶν εὐτέλειαν καὶ ἐγκράτειαν· «Καὶ ἦλθε, φησί, μέχρυ τῆς σκηνῆς Μαδιὰμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψε.» Σκηνὴ δ´ ἂν εἵη παντως ὑπὸ μάζης κριθίνης καταστρεφομένη ἡ μαιμάσσουσα τοῦ τε λαιμοῦ καὶ τῆς κοιλίας ἐπιθυμία, ἐξ ἧς τὸ μαργαῖνον ἀφαιρεῖται νηστεία καὶ λιτὴ προσγινομένη τράπεζα. Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ οὐ τὸν δράκοντα μόνον διὰ μάζης ἀνεῖλε τὸν Θεὸν, ὧν Θεὸς ἡ κοιλία, καὶ ὁ ἔχων τὴν ἰσχὺν ἐπὶ τῇ ὀσφύῒ καὶ ἐπ´ ὀμφαλοῦ γαστρός, ἀλλ´ ἐπὶ πολλὰς ἑβδομάδας μὴ φαγὼν ἄρτον ἐπιθυμιῶν, μήτε οἶνον πιὼν, καινοτέρας ὁράσεις εἶδε, καὶ ἀρχαγγέλου ἐπιστασίαν ἐδέξατο. Ὁ μὲν οὖν Δανιὴλ οὕτω· ὁ δὲ ἐπιθυμητὴς λαὸς καὶ ἀχάριστος, οἱ λέγοντες, Τίς ψωμιεῖ ἡμᾶς κρέας νῦν ἡ ψυχὴ ἡμῶν κατάξηρος· μετὰ τὸ φαγεῖν κρέα ἕως ἐξῆλθεν ἐκ τῶν μυκτήρων αὐτῶν, ἐπατάχθησαν πληγὴν μεγάλην σφόδρα· «Ἐθυμώθη γὰρ, φησὶν, εἰς τὸν λαὸν ὁ Θεὸς, καὶ ὁ κόρος αὐτοῖς εἰς χολέραν Ρατηο. ΟΙ. ΣΙΙ","prev":{"citation":"Homiliae 57","label":"57","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/57","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/57"},"next":{"citation":"Homiliae 59","label":"59","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/59","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/59"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}