{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 63","citation":"Gregorius Palamas, Homiliae 63","ref":"63","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/63","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/63","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/63.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":436,"text":"«Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ, δηλονότι τὸν τῆς διδασκαλίας λόγον· καὶ, «Ἠλθον. φησὶ, καλέσαι τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιακ·« ἡ δὲ κλῆσις διὰ τοῦ λόγου τῆς διδασκαλίας. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· «Ἡ πίἰστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.» Ἐλάλει μὲν οὖν ὁ Κύριος ἅπασι κοινῶς καὶ ἀνεπιφθόνως τὸν λόγον τῆς μετανοίας, τὸ Εὐας γέλιον ΚΘ τῆς σωτηρίας, τὰ ῥήματα τῆς αἰωνίου ζωῆς· καὶ πάντες μὲν ἤκουον, οὐ πάντες δὲ ὑπήκουον· φιλήκοοι μὲν γὰρ καὶ φιλοθεάμονές ἐσμεν ἅπαντες, φιλάρετοι δὲ οὐχ ἅπαντες· πρὸς μὲν γὰρ τὸ ποθεῖν εἰδέναι πρὸς τοῖς ἄλλοις καὶ τὰ σωτήρια πεφύκαμεν ἄπαντες· διὸ καὶ τῆς ἱερᾶς διδασκαλίας οἱ π εἰους οὓ μόνον ἡδέως ἀκούουσιν, ἀλλὰ καὶ φιλοκρινοῦσι τοὺς λόγους, ὅπως ἂν ἕκαστος ἀγνοίας ἢ συνέσεως ἔχῃ, πρὸς τὸ δοκοῦν ἐξετάζοντες. Πρὸς δὲ τὸ εἰς ἔργον ἄγειν τοὺς λόγους, ἢ καὶ πίστιν ἐξ αὐτῶν καρποῦσθαι λυσιτελοῦσαν, εὐγνωμοσύνης δεῖ καὶ ἀγαθῆς προαιρέσεως, ἥτις οὐ ῥᾳδίως εὑρίσκεται, καὶ μάλιστα ἐν τοῖς δικαιοῦσιν ἑαυτοὺς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμοσιν· ὁποῖοί τινες ἦσαν οἱ Γραμματεῖς καὶ Φαρισαῖοι τῶν Ἰουδαίων. Διὸ καὶ τότε παραμένοντες ἤκουον μὲν τοῦ λόγου, καὶ τὰ τελούμενα σημεῖα ἑώρων, ἐβλασφήμουν δὲ μᾶλλον ἢ ἐπήνουν τὸν δι´ ἔργων καὶ λόγων εὐεργετοῦντα. Διδάσκοντος γὰρ τοῦ Κυρίου, καὶ πάντων, ἢ τῶν πλείστων ἑστῶσιν ὡσὶν ὑποδεχομένων τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους ἐκ τοῦ στόματος αὐτου, «Ἔρχονται, φησὶ, τινὲς πρὸς αὐτὸν, παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων, καὶ μὴ δυνόμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ´ ᾠ ὁ παραλυτικὸς κατέκειτο.» Ἔστι μὲν τῆς τῶν αἰρόντων πίστεως εἶναι νομίσαι τὸ πραχθὲν ἅπαν, καὶ τῇ πίστει τούτων ἀρεσθέντα τὸν Κύριον δοῦναι τῷ παραλύτῳ τὴν ἑξῆς ἴασιν· ἐμοὶ δὲ δοκεῖ μὴ οὕτως ἔχειν τὸ ἀληθές· εἰ γὰρ καὶ τὸν παῖδα τοῦ ἀρχισυναγώγου θεραπεύων ὁ Κύριος οὐκ ἐζήτησε τὴν παρ´ αὐτοῦ πίστιν, οὐδ´ ἀπὸ τῆς θυγατρὸς τῆς Χαναναίας, ἢ τῆς Ἰαείρου, τῇ πίστει τῶν ὑπὲρ αὐτῶν προσελθόντων ἀρκεσθεὶς, ἀλλὰ τούτων ἡ μὲν τεθνηκυῖα ἦν, ἡ δὲ τῆς Χαναναίας ἔκφρων, ὁ δὲ παῖς οὐδὲ παρῆν· ὁ δὲ παράλυτος οὗτος παρῆν καὶ λογισμοῦ κύριος ἦν, εἰ καὶ τὸ σῶμα παράλυτος ἦν. Διό μοι δοκεῖ μᾶλλον ἐκ τῆς ύελπιστίας καὶ πίστεως τούτου καὶ τοὺς αἴροντας τὴν εἰς τὸν Κύριον πίστιν εἰσδέξασθαι, καὶ θαῤῥῆσαι προσελθεῖν, καὶ τῶ παραλυτικῷ τούτῳ πειθομένους αἴρειν καὶ ἀναφέρειν ἐπὶ τὸ στέγος, καὶ χαλᾷν ἐκεῖθεν τοῦ Κυρίου ἐνώπιον· οὐ γὰρ ἂν ἄκοντος ἐκεῖνοι ταῦτα ἔπραττον, καὶ τὸ ἐπιτεταμένον τῆς παραλύσεως οὐ τὸν λογισμὸν, ἀλλὰ τὰ ἐπιπροσθοῦντα καὶ προσιστάμενα τῇ πίστει μᾶλλον εἰκότως διέλυσε. Δόξης γὰρ ἀνθρωπίνης ἔρως ξξίῇξπνῆς,οσὴ.σῶοσπ παὶ πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ δητοῦντες;» οορορΟΟϛΙς","prev":{"citation":"Homiliae 62","label":"62","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/62","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/62"},"next":{"citation":"Homiliae 64","label":"64","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/64","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/64"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}