{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 76","citation":"Gregorius Palamas, Homiliae 76","ref":"76","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/76","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/76","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/76.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":434,"text":"μηδὲ τούτῳ λίαν προσκείμενος, καλῶς αὐτῷ χρήσθω, κοινωνοὺς ἐφ´ ὅσον ἐστὶ τοὺς ἐνδεεῖς προσλαμβανόμενος. Ὥσπερ γὰρ ἀρνεῖσθαι τὸ σῶμα καὶ αἴρειν τὸν σταυρὸν αὐτοῦ, τῆς ἐντολῆς κελευούσης, ἔχουσιν ὅμως τοῦτο οἰ τοῦ Θεοῦ καὶ κατὰ Θεὸν ζῶντες· μὴ λίαν δὲ αὐτῷ προσκείμενοι, χρῶνται μὲν αὐτῷ πρὸς τὸ δέον συνεργῷ, ἂν δ´ ὁ καιρὸς καλῇ, καὶ τοῦτο προσδιδόναι ἕτοιμοι· οὔτω καὶ ἐπὶ τῶν σωματικῶν κτημάτων καὶ χρειῶν ποιῶν τις, ὅταν μὴ δύνηταί τι μεῖζον, εὖ ἂν καὶ θεαρέστως ἔχοι. Πάλιν βλέπει τις ἐν ἑαυτῷ βιαιότερον κινούμενον τὸν τῆς πορνείας λογισμὸν, γνώτω ὅτι οὔπω ἐσταύρωσεν ἑαυτόν. Πῶς οὖν σταυρώσει; φευγέτω τὰς περιέργους θέας τῶν γυναικῶν, καὶ τὰς μὴ ἀνηκούσας πρὸς αὐτὰς συνηθείας τε καὶ ἀκαίρους διαλέξεις, μειοῦτο τὰς τρεφούσας τὸ πάθος ὕλας, ἀποσχέσθω πολυποσίας, οἰνοφλυγίας, ἀδδηφαγίας, πολυυπνίας· μιγνύτω τῇ ἀποχῇ ταύτῃ τῶν κακῶν τὴν ταπεινοφροσύνην, ἑν συντριβῇ καρδίας τὸν Θεὸν κατὰ τοῦ πάθους ἐπικαλούμενος, καὶ τότε καὶ αὐτὸς ἐρεῖ· Εἰδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Αιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ. οὐκ ην, καὶ ἐζήτησα διὰ τῆς ἐν ταπεινώσει προστυχῆς, καὶ οὐχ εὐρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ. Πάλιν ἐνοχλεῖ ὁ τῆς φιλοδοξίας λογισμός; σὺ ἐν συγκλήσει καὶ συγκαθεδρίᾳ μνημόνευε τὴς τοῦ Κυρίου ἐν Εὐαγγελίοις περὶ τούτου συμβουλῆς· ἑν ὁμιλίαις μὴ ζήτει τῶν ἄλλων ὑπερέχων φαίνεσθαι, τὰς ἀρετὰς ἐφ´ ὅσον ἔχεις ἐν κρυπτῷ ποίει, προς Θεὸν μόνον ὁρῶν, καὶ παρ´ αὐτοῦ μόνου ὁρώμενος, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Εἰ δὲ καὶ μετὰ τὸ κόψαι σε τὰ αἴτια ἑκάστου τῶν παθῶν, πάλιν ἐνοχλεῖ ἂν ἔνδοθεν ὁ λογισμὸς, μὴ φοβηθῇς· στεφάνων γὰρ γίνεταί σοι πρόξενος, ἐπεὶ ἐνοχλῶν οὐ πείθει, οὐδὲ ἐνεργεῖ, ἁλλὰ κίνημά ἐστι νεναρκωμένον, ὡς νικώμενον πὸ τοῦ σοῦ κατὰ Θεὸν ἀγῶνος. Τοιοῦτός ἐστιν ὁ τοῦ σταυροῦ λόγος· τοιοῦτος δὲ ὥν, οὐ μόνον ἐν τοῖς προφήταις πὸ τοῦ τελεσθῆναι, ἀλλὰ καὶ νῦν μετὰ τὸ τελεσθῆναι μυστήριόν ἐστι μέγα καὶ ὄντως θεῖον. Πῶς; ὅτι κατὰ μὲν τὸ φαινόμενον δοκεῖ προξενεῖν ἀτιμίαν ἐαυτῷ ὁ εὐτελίζων ἑαυτὸν, καὶ ταπεινῶν ἐν πᾶσι, καὶ πόνον καὶ ὀδύνην ὁ τὰς σωματικὰς φεύγων ἡδονὰς, καὶ ὁ διδοὺς τὰ ὄντα πτωχείας ἑαυτῷ αἴτιος καθίστασθαι, διὰ δὲ τῆς τοῦ Θεοῦ δυνάμεως ἡ πτωχεία αὕτη καὶ ἡ ὀδύνη καὶ ἡ ἀτιμία δόξαν αἰώνιον καὶ ἡδονὴν ἀνέκφραστον καὶ πλοῦτον ἀδαπάνητον γεννᾷ καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα ἐκεῖνον κόσμον. Καὶ τοὺς μὴ τοῦτο πιστεύοντας. καὶ τὴν πίστιν δ´ ἔργων ἐπιδεικνυμένους τοῖς ἀπολλυμένοις συντάττει, καὶ αὐτοῖς τοῖς Ἔλλησιν, ὁ Παῦλος· «Κηρύσσομεν γὰρ, φησὶ, Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μ· ἐν σκάνδαλον διὰ τὴν πρὸς τὸ σωτήριον πάθος αἴρων προτιμῶσι, διὰ τὴν πρὸς τὰς· θείας ἐπαγγελίας πάντως ἀπιστίαν· ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.»","prev":{"citation":"Homiliae 75","label":"75","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/75","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/75"},"next":{"citation":"Homiliae 77","label":"77","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/77","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/77"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}