{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 81","citation":"Gregorius Palamas, Homiliae 81","ref":"81","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/81","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/81.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":446,"text":"παρὰ τῶν τὰς ἰάσεις ἐπιζητούντων· καὶ τῶν ψυχῶν γὰρ ὑπάρχων δεσκότης καὶ κηδεμὼν, ἐσπούδαζεν· καὶ ταύτας ἰᾶσθαι διὰ τῆς πίστεως· ἀλλ´ ὁ τοῦ παιδὸς πατὴρ ἐκεῖνος, ὡς ἤκουσε τῇ αὐτοῦ πίστει τὴν ἴασιν ἀκολουθεῖν, μετὰ δακρύων ἔλεγε· «Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.» Βλέπετε προκοπὴν ἠθῶν ἀρίστην; οὐ μόνον γὰρ ἐπίστευσε περὶ τῆς τοῦ παιδὸς ἰάσεως, ἀλλ´ ὅτι δύναται ὁ Κύριος ἐκνικῆσαι καὶ τὴν αὐτοῦ ἀπιστίαν, εἴπερ ἐθελήσει. Τοῦ δὲ ὄχλου ἐπὶ τοῖς λόγοις τούτοις συντρέχοντος, ἐπετίμησε, φησὶν, ὁ Κύριος τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ· «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγώ σοι ἐπιτάσσω· ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.» Παγχάλεπον τὸ δαιμόνιον τοῦτο δοκεῖ καὶ ἰταμώΒ τατον εἶναι· τό τε γὰρ σφοδρὸν τῆς ἐπιτιμήσεως, καὶ ἡ παραγγελία τοῦ μηκέτι εἰσελθεῖν τὴν ἰταμότητα τοῦ δαιμονίου παρίστησι· χωρίς γὰρ ταύτης, ὡς ἔοικε, καὶ ἐκβληθὲν ἐπανέστρεψεν ἄν. Πολλὴν δὲ καὶ χώραν ἔσχεν ἐν τῷ ἀνθρώπῳ, καὶ δυσαποσπάστως εἶχε, καὶ κωφὸν καὶ ἄλαλον ἦν, ὡς μὴ ἀρκούσης τῆς φύσεως ὑπηρετεῖσθαι· τῇ ὑπερβολῇ τῆς ἐκείνου μανίας, διὸ καὶ πασχούσης ἀναισθησίαν σχεδὸν τελείαν· ἐπεί, «Καὶ κράξαν, φησί, καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρὸς, ἄστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.» Ἡ κραυγὴ δὲ οὔκ ἀντίκειται πρὸς τὸ ἄλαλον εἶναι τὸ δαιμόνιον· ἡ μὲν γὰρ λαλιὰ φωνή ἑστι σημαντικὴ νοήματός τινος, ἡ δὲ κραυγὴ ἄσημός ἐστι φωνή· ἀφίεται δὲ τὸ δαιμόνιον καὶ σπαράξαι ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον, καὶ ὡσεὶ νεκρὸν διαθεῖναι, ἵνα φανερὰ γένηται πᾶσα ἡ κακία αὐτοῦ. Ὁ μέντοι Κύριος τῆς χειρὸς τοῦ ἀνθρώπου λαβόμενος ἤγειρεν αὐτὸν καὶ ἀνέστη, δεικνὺς ἐντεῦθεν ὅτι πολλὴν ἔχει τὴν ἐνέργειαν· τὸ μὲν γὰρ τῇ χειρὶ λαβέσθαι κτιστῆς ἦν ἐνεργείας τῆς καθ´ ἡμᾶς· τὸ δὲ ἀναστῆσαι τοῦτον ἀπαθῆ κακῶν τῆς ἀκτίστου καὶ θείας καὶ ζωαρχικῆς ἐνεργείας. Τῶν δὲ μαθητῶν ἐρωτησάντων ἔπειτα κατ´ ἰδίαν, «Διατί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτὸ,» πρὸς αὐτοὺς εἶπεν, ὅτι τοῦτο τὸ δαιμόνιον «Ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Φασὶ μὲν οὖν τινες τὴν προσευχὴν ταύτην καὶ τὴν νηστείαν παρὰ τοῦ πάσχοντος γίνεσθαι δεῖν· οὐκ ἔχει δέ οὕτως· ὁ γὰρ ἐνεργούμενος ὑπὸ πονηροῦ πνεύματος. καὶ ταῦτα τοιούτου, ὅργανον ὢν ἐκείνου, καὶ καταδυναστευόμενος ὑπ´ ἐκείνου, πῶς ἂν ἢ προσεύξαιτο, ἢ νηστεύσει ἑαυτῷ λυσιτελῶς; Δοκεῖ δὲ τῆς ἀκολασίας εἶναι τὸ πάνδεινον δαιμόνιον τοῦτο, ὁ ποτὲ μὲν εἰς πῦρ ῥίπτει τὸν ἁλόντα· τοιοῦτοι γάρ εἰσιν οἱ ἀλλόκοτοι καὶ δυσέρωτες ἔρωτες· ποτὲ δὲ εἰς ὕδατα καταβαπτίζων αὐτὸν διὰ τῆς ἀδδηφαγίας, καὶ τῶν ἀμέτρων καὶ πολλῶν πότων καὶ συμποσίων. Ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις κωφὸν καὶ ἄλαλον τὸ δαιμόνιον τοῦτο· οὔτε γὰρ ἀκούειν οὔτε λαλεῖν εὐχερῶς ὑπομένει τὰ θεῖα ὁ ταῖς ὑποβολαῖς τοῦ τοιούτου δαιμονίου πειθόενο· ἀλλ´ ὅμως μὴ τὸ πονηρὸν ΘΞαὐτὸ πνεῦμα ἐνῳκισμένον τις ἔχων, ἀλλὰ ταῖς ὑποβολαῖς ἐκείνου φερόμενος, ὅταν ἀνακύψῃ πρὸς ἐπιπτροφήν· ἔχει γὰρ ἔτι τὸ αὐτεξούσιον·","prev":{"citation":"Homiliae 80.15-24","label":"80.15 to 80.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/80.15","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/80.15"},"next":{"citation":"Homiliae 82","label":"82","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/82","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/82"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}