{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 83","citation":"Gregorius Palamas, Homiliae 83","ref":"83","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/83","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/83","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/83.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":426,"text":"ἢ πονηρῶν αὕτη λογισμῶν γέμῃ, τῆς θείας ἀποστροφῆς ἄξιος ὁ ἄνθρωπος γίνεται ἐκεῖνος. Διὸ καὶ πάλιν ὁ Ἀπόστολος παραινεῖ χωρὶς ὀργῆς καὶ διαλογισμῶν ἡμᾶς ποιεῖσθαι τὰς εὐχάς. Σπουδάζειν δὲ ἡμᾶς ὁ Κύριος διδάσκων εἰς τὴν ἐν πνεύματι τῆς καρδίας περιτομὴν, μακαρίζει μὲν τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι. Καὶ τῆς μὲν καθαρότητος ταύτης τὴν θεοπτίαν ἔπαθλον εἶναι διατείνεται, τοῖς δὲ πτωχοῖς τὴν τῶν οὐρανῶν βασιλείαν ἐπαγγέλλεται· πτωχοὺς δέ φησι τοὺς ἐν ἐνδείᾳ καὶ εὐτελείᾳ ζῶντας. Οὐχ ἁπλῶς δὲ τοὺς τοιούτους μακαρίζει, ἀλλὰ τοὺς ἐν πνεύματι τοιούτους, τουτέστι τοὺς διὰ τὴν ἔνδον αὐτῶν καὶ ἐν καρδίᾳ ταπείνωσιν καὶ ἀγαθὴν προαίρεσιν, οὕτω καὶ τὰ ἔξω διαθέντας, Ἀπαγορεύει δὲ οὐ τὸν φόνον μόνον, ἀλλὰ καὶ τὴν ὁργὴν, καὶ ἀφιέναι τοῖς εἰς ἡμᾶς πταίουσιν ἀπὸ τῶν καρδιῶν προστάττει, καὶ οὐ τὸ παρ´ ἡμῶν προσφερόμενον δέχεται δῶρον, ἐὰν μὴ προδιαλλαγῶμεν, καὶ τὴν ὀργὴν ἀφῶμεν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πορνικῶν παθῶν· καὶ αὐτὴν γὰρ τὴν ἐκ περιέργου θέαν καὶ τὴν ἐξ αὐτῆς ἐπιθυμίαν ἐν καρδίᾳ μοιχείαν οὖσαν ἀπεφήνατο· καὶ καθολικώτερον ὄέτι περὶ τούτων διαλαμβάνων φησίν· «Εἰ τὸ φῶς τὸ ἐν σοὶ. τουτέστιν ὁ νοῦς καὶ ἢ διάνοια, σκότος ἐστί, τῶν ἀλαμπῶν προσβολῶν τῶν ἀρχόντων τοῦ σκότους γέμοντα, πόσῳ μᾶλλον τὸ σκότος;» δηλαδὴ τὸ σῶμα καὶ ἡ αἴσθησις, ἅτινα παρ´ ἑαυτῶν οὐκ ἔχει φέγγος νοερὸν, γεννητικὸν ἀληθείας τε καὶ ἀπαθείας, Ἐὰν δὲ τὸ ἐν σοὶ φῶς καθαρὸν ᾖ. τῶν σαρκικῶν φρονημάτων οὐκ ἐπισκοτούντων, ἔσῃ φωτεινὸς κατὰ ψυχὴν ὅλως, ὡς ὅταν ἃ λύχνος τῇ ἀστραπῇ φωτίσῃ σε. Τοιαύτη ἡ τῆς καρδίας ἐν πνεύματι περιτομὴ, δι´ ἧς ἐπλήρωσεν ὁ Κύριος τὴν κατὰ νόμον ἐν σαρκὶ περιτομὴν, ἥτις ἐδόθη τοῖς Ἰουδαίοις ὡς ἐκείνην σημαίνουσα, καὶ πρὸς ἐκείνην ἐνάγουσα, μὴ κτήσασθαι δὲ ταύτην σπουδασάντων, ἡ περιτομὴ, καθά φησι Παῦλος, αὐτῶν ἀκροβυστία γέγονε, καὶ ἀπηλλοτριώθησαν τοῦ μὴ βλέποντος εἰς πρόσωπον Θεοῦ, τουτέστιν εἰς τὰ φανερὰ τῆς σαρκὸς δικαιώματα, ἀλλὰ εἰς τὴν καρδίαν ὁρῶντος, εἰς τὰ ἀφανῆ δηλαδὴ καὶ ἐν ἡμῖν τῶν λογισμῶν κινήματα. Προσέχωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, παρακαλῶ, καὶ καθάρωμεν ἀπὸ παντὸς μολυσμοῦ τὰς ἑαυτῶν καρδίας, ἵνα μὴ τοῖς κατακριθεῖσιν ἐκείνοις συμπαραῤῥυῶμεν· εἰ γὰρ ὁ διὰ Μωσέως λαληθεὶς νόμος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευήόμεθα, τῆς ἡμετέρας ἀμελήσαντες σωτηρίας, ἤτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι παρὰ τοῦ Κυρίου, διὰ τῶν ἀκουσάντων πρὸς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς; Φοβηθῶμεν οὖν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· ἐξιλεωσώμεθα τὸν τῶν ἐκδικήσεων Κύριον· ἐνοικίσωμεν ἡμῖν αὐτοῖς τὴν εἰρήνην, τὸν ἁγιασμὸν, τὴν ἐν κατανύξει προσευχὴν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ποθήσωμεν ἐν πληροφορίᾳ πίστεως τὴν ἐπηγγελμένην ἐκείνην θέαν τοῖς καθαροῖς τὴν καρδίαν,","prev":{"citation":"Homiliae 82","label":"82","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/82","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/82"},"next":{"citation":"Homiliae 84","label":"84","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/84","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/84"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}