{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 90","citation":"Gregorius Palamas, Homiliae 90","ref":"90","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/90","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/90","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/90.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":417,"text":"ἀπλῶς ἄνθρωπος ὡς ὁ Ἀδὰμ, ἀλλ´ υἱὸς Ὑψίστου κληθήσεται, καὶ σωτὴρ καὶ ῥύστης ἀνθρώπων γένους, καὶ βασιλεὺς αἰώνιος. Καθάπερ γὰρ τοὺς ὰπὸ κορυφῆς ὄροος ἐκπεσόντας λίθους, καὶ μέχρι τῶν ἐσχάτων τῆς ὑπωρείας κινουμένους, πολλοὶ διαδέχονται κρημνοὶ, οὕτως ἡμᾶς ἀπὸ τῆς ἐν τῳ παραδείσῳ θείας ἐντολῆς, καὶ τῆς κατ´ αὐτὸν μακαρίας διαίτης ἐκπεσόντας, καὶ μέχρις δου καταφερομένους, πολλὰ διεδέξαντο δεινά. Οὐ γὰρ ἀκάνθας καὶ τριβόλους μόνον αἰσθητὰς ἀνέτειλεν ἡ γῆ κατὰ τὴν εἰς τὸν προπάτορα κατάραν, ἀλλὰ πολλῳ μᾶλλον ταῖς πολυειδέσι τῶν πονηρῶν παθῶν ἀκάνθαις καὶ ταῖς δειναῖς τριβόλοις τῆς ἁμαρτίας ἐνεσπάρημεν. Οὐδὲ τὴν λύπην μόνην ἐκείνην ἔσχε τὸ ἡμέτερον γένος, ἢν ἡ προμήτωρ ἐκληρώσατο διὰ τῆς πρὸς αὐτὴν κατάρας, ἐν λύπαις τίκτειν καταψηφισαμένης, ἀλλὰ καὶ πᾶς ὁ βίος ἡμῶν ὀδύνη καὶ λύπη γέγονε σχεδόν. Ἐπεῖδε μέντοι φιλανθρώπως ἐφ´ ἡμᾶς ὁ πλάσας ἡμᾶς Θεὸς διὰ σπλάγχνα ἀλέους αὐτοῦ, καὶ κλίνας οὐρανοὺς κατῆλθε, καὶ προσλαβόμενος ἐκ Παρθένου ἀγίας τὴν ἡμῶν φύσιν ἀνεκαίνισε καὶ ἐπανήγαγε, μᾶλλον δὲ ἀνήγαγεν εἰς θεῖον καὶ οὐράνιον ὕψος. Τοῦτο δὴ βουληθεὶς κατα. πρᾶξαι, μᾶλλον δὲ τὴν προαιώνιον αὐτοῦ βουλὴν εἰς τέλος ἀγαγεῖν σήμερον, πέμπει τὸν ἀρχάγγελον ἀβριὴλ, ὡς ὁ εὐαγγελιστής φησι Λουκᾶς· «Εἰς Ναζαρέτ πρὸς Παρθένον μεμνηστευμένην ἀνδρὶ, α ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, καὶ ὄνομα τῆς Παρθένου Μαριάμ., Πρὸς Παρθένον μὲν οὖν τὸν ἀρχάγγελον ὁ Θεὸς πέμπει, καὶ ταύτην μένουσαν παρθένον, οἰκείαν ποιεῖται μητέρα διὰ μόνου προσρήματος· ἐπειδήπερ, εἰπερ ἐκ σπέρματος συνελήφθη, οὐκ ἀν ἦν καινὸς ἄνθρωπος, οὐδ´ ἀναμάρτητος ἦν καὶ τῶν ἁμαρτόντων σωτήρ· ἡ γὰρ τῆς σαρκὸς πρὸς γένεσιν κίνησις, ἀνυποτάκτως ἔχουσα πρὸς τὸν ἡγεμονεύειν τῶν ἐν ἡμῖν παρὰ Θεοῦ τεταγμένον νοῦν, οὐκ ἐκτὸς παντάπασιν ἀμαρτίας ἐστί· διὸ καὶ ὁ Δαβὶδ ἔλεγεν· «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἀμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Εἰ γοῦν ἐκ σπέρματος ἦν ἡ τοῦ Θεοῦ σύλληψις, οὐκ ἀν ἡν καινὸς ἄνθρωπος, οὐδὲ τῆς καινῆς καὶ μηδαμῶς σαλαιουμένης ζωῆς ἀρχηγός· τοῦ γὰρ παλαιοῦ κόμματος ὢν, καὶ κληρονόμος ἐκείνου τοῦ πταίσματος, οὐκ ἂν ἠδυνήθη τὸ πλήρωμα ἐν ἑαυτῷ φέρειν τῆς ἀκηράτου θεότητος, καὶ πηγὴν ποιῆσαι τὴν σάρκα τοῦ Τρ ἁγιασμοῦ ἀνεξάντλητον· ὡς καὶ τῶν προπατόρων ἐκείνων τὸν μολυσμὸν ἀποπλῦναι περιουσίᾳ δυνάμεως, καὶ τοῖς ἑξῆς ἀρκεῖν πρὸς ἁγιασμὸν ἅπασι. Διὰ τοῦτο οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ´ αὐτὸς ὁ Κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς, συλληφθεὶς ς] καὶ σαρκωθεὶς ἐν μήτρᾳ Παρθένου, καὶ μείνας ἀναλλοιώτως Θεός. Ἔδει δὲ καὶ μάρτυρα τὴν Παρθένον ἔχειν τῆς ἀσπόρου συλλήψεως, καὶ συλλήπτορα πρὸς τὰ κατ´ οἰκονομίαν τελεσθησόμενα. Τίνα ταῦτα; Τὴν ἐπὶ Βηθλεὲμ ἄνοδον, ἔνθα καὶ ὁ παρὰ τῶν οὐρανίων ἀγγέλων καταγγελλόμενός τε καὶ δοξαζόμενος τόκος]· τὴν εἰς τὸ ἱερὸν ἔλευσιν, ἔνθα παρὰ Συμεὼν καὶ","prev":{"citation":"Homiliae 89","label":"89","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/89","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/89"},"next":{"citation":"Homiliae 91","label":"91","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/91","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/91"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}