{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 94","citation":"Gregorius Palamas, Homiliae 94","ref":"94","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/94","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/94","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/94.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":399,"text":"προῦπέγραψεν· οὐ γὰρ ἀμέσως ἑώρακε τὸν Σεραφεὶμ ἐκ τοῦ κατ´ οὐρανὸν νοητοῦ θυσιαστηρίου τ´ν ἄνθρακα λαβόντα· διὰ γὰρ τῆς λαβίδος τοῦτον ἔλαβεν ὁ Σεραφεὶμ, δι´ ἧς καὶ τῶν αὐτοῦ χειλέων ἤψατο, τὴν κάθαρσιν διδούς. Τοῦτο δ´ ἦν τὸ τῆς λαβίδος ἐκείνῳ τῷ μεγάλῳ θεάματι ταυτὸν, ὃ Μωσῆς ἑώρακε, βάτον ἐκ πυρὸς ἡμμένην καὶ μὴ κατακαιομένην. Τίς δ´ οὐκ οἶδεν, ὡς ἡ Παρθενομήτωρ ἐκείνη τε ἡ βάτος καὶ αὕτη ἡ λαβίς ἐστιν, ἐν ἑαυτῇ τὸ θεῖον πῦρ ἀπυρπολύτως συλλαβοῦσα, κἀνταῦθα διακονήσαντος ἀρχαγγέλου τῇ συλλήψει, καὶ τὸν αἴροντα τὴν ἀμαρτίαν τοῦ κόσμου δι´ αὐτῆς συνάψαντος τῷ τῷ ἀνθρωπείῳ γένει, καὶ διὰ τῆς ἀποῤῥήτου ταύτης συναφείας ἡμᾶς περικαθάραντος; Οὐκοῦν ἡ παρθενομήτωρ αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως, καὶ αὐτὴν εἴσονται τοῦ ἀχωρήτου χώραν ὅσοι δὴ γινώσκουσι Θεὸν, καὶ αὐτὴν ὑμνήσουσι μετὰ Θεὸν ὅσοι τὸν Θεὸν ὑμνοῦσιν. Αὕτη καὶ τῶν πρὸ αὐτῆς αἰτία, καὶ τῶν μετ´ αὐτὴν προστάτις, καὶ τῶν αἰωνίων πρόξενος. Αὕτη τῶν προφητῶν ὑπόθεσις, των ἀποστόλων ἀρχὴ, τῶν μαρτύρων ἑδραίωμα, τῶν διδασκάλων κρηπίς. Αὕτη τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ´ οὐρανὸν ἡ τερπνότης, τὸ πάσης κτίσεως ἐγκαλλώπισμα. Αὔτη καταρχὴ καὶ πηγὴ καὶ ῥίζα τῆς ἀποκειμένης ἡμῖν ἐν οὐρανοῖς ἐλπίδος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ταῖς αὐτῆς ὑπὲρ ἡμῶν πρεσβείαις εἰς δόξαν τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντος, καὶ ἐπ´ ἐσχάτων αἰώνων ἐξ αὐτῆς σαρκωθέντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΟΜΛΙΑ ΙΕʹ. Ἐκφωνηθεῖσα τῇ Κυριακῇ τῶν Βαῖων. «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι,» διὰ τοῦ Ἡσαΐου εἶπεν ὁ Θεός. Καλὸν οὖν σήμερον τὸ ἀποστολικὸν ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· «Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν·» ἐγγίζει γὰρ ἡ τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων ἀνάμνησις, καὶ τὸ καινὸν καὶ μέγα καὶ πνευματικὸν Πάσχα, τὸ τῆς ἀπαθείας βραβεῖον, τὸ τοῦ μέλλοντος αἰῶνος προοίμιον, καὶ προκηρύττει τοῦτο Λάζαρος, ἐκ τῶν ἄδου κευθμώνων ἐπανελθὼν, καὶ φωνῇ καὶ προστάγματι μόνῳ Θεοῦ, τοῦ ζωῆς ἔχοντος καὶ θανάτου τὴν ἐξουσίαν, τετραήμερος ἐκ νεκρῶν ἀναστάς. Καὶ προανυμνοῦσι παῖδες καὶ λαὸς ἄκακος ἐπιπνοίᾳ τοῦ θείου Πνευματος τὸν ἐκ θανάτου λυτρούμενον, τὸν ἐξ ᾤδου ψυχὰς ἀνάγοντα, πὸν ψυχῇ καὶ σώματι ζωὴν ἀδιον χαριζόμενον. Εʹ τις οὖν ἐθέλει ζωὴν, ἡμέρας ἰδεῖν ἀγαθὰς, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον· ἐκκλινάτω ἀπὸ κακοῦκαὶ ποιησάτω ΙΟΜΙΙΑ Χv.","prev":{"citation":"Homiliae 93","label":"93","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/93","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/93"},"next":{"citation":"Homiliae 95","label":"95","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/95","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/95"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}