{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 96","citation":"Gregorius Palamas, Homiliae 96","ref":"96","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/96","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/96","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/96.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":431,"text":"καὶ μεγάλας ἀπώσασθαι κακίας, οὐκ ἀφ´ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἀπὸ πολλῶν ἑτέρων τῶν μὴ βουλομένων· καὶ γὰρ δύναται μὴ μόνον δικαιοπραγεῖν καὶ σωφρονεῖν, ἀλλὰ καὶ τοὺς ἀδικεῖν καὶ ἀκολασταίνειν βουλομένους κωλύειν πολυτρόπως, καὶ μὴ μόνον εὐπειθῆ παρέχειν ἑαυτὸν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ καὶ τοῖς κήρυξιν αὐτοῦ, ἀλλὰ καὶ τοὺς ἀπειθεῖν ἤουλομένους ὑποτάσσειν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καὶ τοῖς κατὰ Χριστὸν προεστηκόσι ταύτης, μὴ μόνον διὰ τῆς δυνάμεως καὶ ἐξουσίας ἧς ἔλαχε παρὰ Θεοῦ, ἀλλὰ καὶ τὸ τύπος γίνεσθαι τοῖς ὑποδεεστέροις ἐν πᾶσιν ἀγαθοῖς· ἐξομοιοῦται γὰρ τῷ ἄρχοντι τὸ ἀρχόμενον. Σπουδῆς οὖν χρεία καὶ βίας καὶ προσοχῆς πᾶσι μὲν, οὐκ ἐπίσης δέ· τοῖς γὰρ ἐν δόξῃ καὶ πλούτῳ καὶ ἀρχῇ καθεστῶσι, καὶ τοῖς περὶ λόγους καὶ περὶ τὴν κτῆσιν τῆς κατ´ αὐτοὺς σοφίας ἐσπουδακόσιν, εἴπερ σωθῆναι βούλοιντο, πλείονος χρεία βίας τε καὶ σπουδῆς, ἐπεὶ καὶ πεφύκασιν εἶναι πως δυσπειθέστεροι. χ Τοῦτο δὴ καὶ ἀπὸ τῶν χθὲς καὶ σήμερον ἀναγνωσθέντων Εὐαγγελίων τοῦ Χριστοῦ γίνεται καταφανές· τοῦ γὰρ ἐπὶ Λαζάρῳ τελεσθέντος θαύματος, καὶ Θεὸν εἶναι τὸν ποιήσαντα περιφανῶς πα. Κραστήσαντος, ὁ μὲν λαὸς ἀνεπείσθησαν καὶ ἐπίστευ· σαν, οἱ δὲ τηνικαῦτα ἄρχοντες, οἱ γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, τοσοῦτον ἀπέσχον τοῦ πεισθῆναι, ὡς καὶ κατ´ αὐτοῦ μανῆναι μᾶλλον, καὶ ὑπὸ φρενοβλαβείας θανάτῳ παραδοῦναι βουλεύεσθαι τὸν, καὶ δι´ ὧν εἶπε, καὶ δι´ ὠν ἔπραξε, ζωῆς καὶ θανάτου Κύριον ἀναφανέντα· οὐ γὰρ ἔχει τις εἰπεῖν, ὅτι τὸ τοὺς οἰκείους ὀφθαλμοὺς ἄνω τότε τὸν Χριστὸν ἐπᾶραι καὶ εἰπεῖν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐμπόδιον αὐτοῖς ἐγένετο πρὸς τὸ ἴσον εἶναι νομίσαι τοῦτον τῷ Πατρί· ἐπιφέρει γὰρ αὐτὸς ἐκεῖ πρὸς τὸν Πατέρα λέγων· «Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεατῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.» Ἵνα γὰρ ὁμοῦ τε Θεὸν γνῶσι τοῦτον, καὶ ἐκ τοῦ Πατρὸς ὄντα, καὶ κατ´ οὐδὲν ὑπεναντίον, ἀλλὰ κατὰ γνώμην τοῦ Πατρὸς τὰ θαύματα ἐργαζόμενον, ἦρε μὲν ἐνώπιον πάντων τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τὸν Πατέρα, ἐκεῖνα δὲ εἰπε πρὸς αὐτὸν, ἅπερ ἴσον ἀποδείκνυσι τὸν ἐπὶ γῆς εἰπόντα τῷ ἀνωτάτῳ καὶ κατ´ οὐρανὸν Πατρί· ὥσπερ γὰρ μέλλοντος τὴν ἀρχὴν πλάττεσθαι τοῦ ἀνθρώπου βουλὴ προηγήσατο, οὕτω καὶ νῦν ἐν τῷ Λαζάρῳ, τοῦ ἀνθρώπου μέλλοντος ἀναπλάττεσθαι βουλὴ προηγεῖται. Ἀλλ´ ἐκεῖ μὲν τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐν τῷ μέλλειν πλάττεσθαι τὸν ἄνθρωπον εἰπόντος, Ποιήσωμεν ἄνθρωπον, αὐτὸς ὁ Υἱὸς ἤκουσε τοῦ Πατρὸς, καὶ οὕτως ὁ ἄνθρωπος εἰς τὸ εἶναι παρήχθη· ἐνταῦθα δὲ νῦν ακούει τοῦ Υἱοῦ εἰπόντος ὁ Πατὴρ, καὶ οὕτως ὁ Λάζαρος ἐζωώθη. Ὁρᾶτε τὴν ὁμοτιμίαν καὶ τὴν ὁμοβουλίαν ὅση; Τὸ μὲν γὰρ σμῆμα τῆς προσευχῆς διὰ τὸν περιεστῶτα γέγονεν ὄχλον, τὰ δὲ ῥήματα οὐ προσευχῆς ἦν, ἀλλὰ δεσποτείας καὶ αὐτοκρατορίας· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθὺς ὁ τετραήμερος νεκρὸς","prev":{"citation":"Homiliae 95","label":"95","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/95","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/95"},"next":{"citation":"Homiliae 97.1-14","label":"97.1 to 97.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/97.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/97.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}