{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Περὶ τῶν στάσεων 5-7","citation":"Hermogenes, Περὶ τῶν στάσεων 5-7","ref":"5-7","level":null,"urn":"urn:cts:greekLit:tlg0592.tlg002:5-7","url":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/5-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/5-7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/5-7.md","author":{"name":"Hermogenes","url":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes"},"work":{"title":"Περὶ τῶν στάσεων","url":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3","urn":"urn:cts:greekLit:tlg0592.tlg002"},"verse":false,"words":245,"text":"Ἡ δὲ ἀντίθεσις διπλῆ παρʼ ἀμφοῖν, οἷον ῾ ἀλλὰ ἀποκήρυκτος εἶʼ, καὶ καταδρομὴ ἐνταῦθα τοπική· ὃ δὲ ῾ἀλλʼ ἐπέμεινα τῇ νηίʼ, καὶ ἔστιν οἷον ἀντιστατικόν τι ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα. — Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ ὅτι ῾ οὐ δικαίως ἂν εἰργοίμην τῆς νεώς, εἰ καὶ τοιοῦτος εἴην· οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖνʼ, ὃ δὲ ῾ ἐφʼ ἑτέροις ἔδει ἀνδρίζεσθαι καὶ μὴ ἐπὶ τούτοιςʹ. — Τὸ πρός τι, πότερον φυλάξαι βέλτιον τῶν νόμων, εἰ ἐγχωροίη λέγειν, ὅτι ὃ μὲν παλαιός, ὃ δὲ νέος, καὶ ὃ μὲν ὑπὸ Σόλωνος τεθείς, ἂν οὕτω τύχῃ, δὲ ὑπὸ τοῦδε, καὶ ὃ μὲν κοινός, ὃ δὲ ἴδιος, καὶ ὃ μὲν περὶ τὰ μέγιστα ἔχων, ὃ δὲ περὶ τὰ μικρά, καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, θάτερος δʼ εἰ λυθείη, βραχέα ἢ οὐδέν. — Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, πότερον τὸ περιέχον αὶ πότερον τὸ περιεχόμενον, οἷον ποτέρου γενομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων. κἀνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον, ἣ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα αὐτὸν τεθνάναι ἐρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. — Ὁ βίαιος ὅρος ῾ εἰ μηδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, τοῦ δὲ κλύδωνοςʼ ἢ ῾ εἰ μηδὲ τοῦ πατρός, ἀλλʼ οὐδʼ ἑτέρου τινός᾿ . — θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται ὡς ἐν ταῖς ἀντιθετικαῖς.","prev":{"citation":"Περὶ τῶν στάσεων 4-8","label":"Περὶ ἀκτινομίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/4-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/4-8"},"next":{"citation":"Περὶ τῶν στάσεων 1-11","label":"Περὶ συλλογισμοῦ.","url":"https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/1-11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/1-11"},"credit":{"text":"Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/","quality":"proofread"}}