{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἠθικὴ στοιχείωσις 484.1","citation":"Hierocles, Ἠθικὴ στοιχείωσις 484.1","ref":"484.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/484.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/484.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/484.1.md","author":{"name":"Hierocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil"},"work":{"title":"Ἠθικὴ στοιχείωσις","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text","urn":"urn:cts:greekLit:tlg1429.tlg001"},"verse":false,"words":354,"text":"καὶ αἰσχύνη ἀποτρέπουσαι τῶν κακῶν, ἀνθρώπους μόνους ἐπιστρέφεσθαι λέγονται ὀρθῶς. Τὸ γὰρ λογικὸν ζῷον μόνον συνισθάνεσθαι τῆς δίκης πέφυκε. Τοῖς μεγίστοις οὖν ὁροῖς διεστῶτας ἡμᾶς ἀπὸ τῶν ἀλόγων διεστῶτα πάμπαν καὶ τῇ διοικήσει χρήσθαι προστάκει. Σῦνμετρος γὰρ ταῖς οὐσίαις ὄντων καὶ ὁ τῆς προνοίας θεσμός· καὶ ὡς ἕκαστα ὑπὸ τῆς παρὰ τοῦ δημιουργοῦ θεοῦ, οὕτω καὶ προνοίας ἀξιοῦται. Φαίνεται δὲ, ἐπὶ μὲν τῶν ἀνθρωπίνων ψυχῶν, ἑκάστην αὐτὸς ὑποστῆσαι· ἐπὶ δὲ τῶν ἀλόγων μόνα γέννη, προτείνων τῇ διαπλαττούσῃ αὐτὰ φύσει, ὡς Πλάτωνι δοκεῖ, καὶ Τιμαίῳ τῷ Πυθαγορείῳ, οὐδὲν μὲν προσεχὲς τῶν θνητῶν δημιούργημα εἶναι τοῦ θεοῦ τιθεμένου, τὰς δὲ ἀνθρωπίνας ψυχὰς γίνεσθαι ἐκ τοῦ αὐτοῦ κρατήρος τοῖς τε ἄγχοσμοῖς θεοῖς, καὶ τοῖς δαίμοσιν, ἢ τοῖς ἀγχοῖς ἡρωσι· διὸ πρόνοια ἐπ’ ἀνθρώπων ἐστὶ καὶ ἕνα ἕκαστον, πῶς ἀρίσταται τῶν ἐκεῖ· πῶς πρὸς τὰ τῆδε νεῦει· πῶς ἐνταῦθα πολιτεύεται· πῶς ἂν ἐντεύξεν ἂνκομισθεῖν ἐκεῖσε· ὅν οὐδὲν δεῖ περὶ τῆς ἀλόγου ζωῆς πραγματεύεσθαι. Οὐτὲ γὰρ ἤλθεν ἀδυνατήσασα ἐπισπῆσθαι θεῶν· οὔτε ἐπὶ γῆς δύναται πολιτεύεσθαι, ὡς φυτὸν οὐσα οὐράνιον· οὔτε πρὸς τι ξύνομον ἄστρον ἀνάγεσθαι πέφυκε. Καὶ ταῦτα μὲν πρὸς τὸ παρόν ἀπολελογηθῶ ἡμῖν πρὸς τοὺς δυσχεραντικοὺς, καὶ πανταχόθεν τὸ ἀπρονόητον κατασκευάζοντας· πρὸς οὓς καὶ ταῦτα εἰπεῖν δίκαιον, ὅτι ἐκ μὲν τοῦ πρᾶως τὰ δυσχερῆ φέρειν ὁ ἀνθρώπινος τρόπος εὐλόγιστος ἀναφαίνεται, καὶ πρὸς τὸ παρὸν ἐπελαχρύνων τὰ δυσχερῆ, καὶ πρὸς τὸ μέλλον ἰώμενος. Ὑμεῖς δὲ ἀγανακτοῦντες τί καὶ δυνήσεσθε, εἰ μὴ μόνον προσθεῖναι τοῖς πόνοις τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν, καὶ αὐτὰ δὲ τὰ χαλεπὰ τραγύτερα ἑαυτοῖς ἐξεργάσασθε τῷ παρὰ τὴν ἀξίαν· πᾶσχειν αὐτὰ δοκεῖν; Ὁ γὰρ νοσῶν ἐὰν ἀγανακτῇ ὅτι νοσεῖ, δι’ αὐτὸ τοῦτο μᾶλλον νοσήσει. Διὸ οὐδὲ χαλεπαίνειν δεῖ πρὸς τὴν ἀξίαν τῆς ἀποδόσεως γινομένης, ἵνα μὴ καὶ χειρόνων ἐν ἐξεί γενώμεθα, διὰ τὴν ἐπὶ τοῖς παροῦσι βλάσφημον δυσφορίαν. Σκεψώμεθα δὲ αὐτὸ καὶ τῆδε· εἰ τις πενίαν λαβὼν πρᾶως φέρει, πρὸς τῇ ἀπὸ τῆς πραότητος ἀλυπία, καὶ ἐξευρήσει τινὰ τοῦ βίου παραμυθίαν· τοῦτο μὲν, τοῦ λογισμοῦ πρῶτον ἐξευρίσκοντος εὐλόγου διατροφῆς, τῇ μὲν συγκεχύσθαι τῇ λύπῃ· τοῦτο δὲ, ἀγαμένων αὐτὸν τῶν πλησίων τῆς ἐμφρόνου χαρτηρίας, καὶ συνεχωριζόντων, ὅση δύναμις, τὰ ἀναγκαῖα πρὸς τὸν βίον. Ὁ δὲ ἀγανακτῶν, καὶ γυναικείως πικραίνόμενος, πρῶτον μὲν ἐκουσίας λύπας προσχτάται· ἔπειτα προσδεδεμένος τῷ","prev":{"citation":"Ἠθικὴ στοιχείωσις 482.2","label":"482.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/482.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/482.2"},"next":{"citation":"Ἠθικὴ στοιχείωσις 485.1","label":"485.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/485.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/485.1"},"credit":{"text":"Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001745","quality":"ocr"}}