{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἠθικὴ στοιχείωσις 517.1","citation":"Hierocles, Ἠθικὴ στοιχείωσις 517.1","ref":"517.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/517.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/517.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/517.1.md","author":{"name":"Hierocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil"},"work":{"title":"Ἠθικὴ στοιχείωσις","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text","urn":"urn:cts:greekLit:tlg1429.tlg001"},"verse":false,"words":448,"text":"προσφέρης ὁ βούλει δεῖξαι, ἡ πῶς ἂν τῷ ὁρῶντι δεῖξαις μηδὲν προσάγων; ) ἀμφότερα οὖν παρέιναι δεῖ· τὸ τε παρὰ τοῦ δεῖκνύντος προσαγομένου ἀγαθόν, καὶ τὸ παρὰ τοῦ, ᾧ δεῖκνυται, διορατικὸν ὅμμα· ἵνα ἐκεῖθεν μὲν τὸ ὁρατόν, ἐντεῦθεν δὲ ἡ ὁρασις, συνδράχῃ πρὸς τὴν τῆς δεῖξεως συμπλήρωσιν. Γούτων δὲ οὕτως ἐχόντων, λαβόμεν ὑπόθεσιν πάντας ἄμα ἀπολουθῆναι ἂν τῶν κακῶν, εἰ πᾶσι δεῖξειεν ὁ δημιουργὸς καὶ ἐμφανίσειε τὴν τῆς ἑαυτῶν οὐσίας ἐπίγνωσιν, καὶ οἷω τῷ δαίμονι χρῶνται. Ἀλλὰ μὴν οὐ πάντες ἄμα ἀπολοῦντο τῶν κακῶν. Οὐχ ἄρα πᾶσι δεῖκνυσιν, ἀλλὰ μόνοις ἐκείνοις τοῖς πρὸς ἀπόλυσιν τῶν κακῶν οἰκοθεν ὡρμημένοις, καὶ τὸ παρ’ ἑαυτῶν ὅμμα πρὸς ὅραν τοῦ δεῖκνυμένου καὶ ὑποδοχὴν ἀνατείνασιν. Οὐχ ἄρα αὐτὸς αἴτιος τῷ μὴ πᾶσι δεῖξαι, ἀλλ’ οἱ τῶν ἀγαθῶν πείλας ὄντων οὔτ’ ἐσφρώτες, οὔτε κλῦοντες, καὶ διὰ τοῦτ’ αὐθαίρετα πῆματ’ ἔχειν λεγόμενοι. Αἰτία οὖν τοῦ ἐλομένου· θεὸς δὲ κακῶν ἀναιτίος, προλάμπων μὲν ἀεὶ τὰ ἀγαθὰ πᾶσιν, ὅσον ἐφ’ ἑαυτῷ, οὐ δεῖκνὺς δὲ ἀεὶ πᾶσιν, τῷ τὸ θεορῶν ὅμμα τῶν προτεινομένων ἀγαθῶν ἐν τοῖς πλείστοις μειωκέναι, καὶ κατὸ νούεν ἀσχολίᾳ τῇ πρὸς τὰ γεῖρον. Ἡ δὲ τοιαύτη τῶν προκειμένων ἐπὶν ἐξήγησις καὶ πρὸς τὴν ἀλήθειαν αὐτὴν συμφωνεῖ, καὶ πρὸς τὴν τῶν ὑπέρκειμένων ἐπὶν διάνοιαν. Εἰ γὰρ ἐπὶ τῷ θεῷ ἐστιν ἐλκύσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἀνθρώπους καὶ ἄκοντας, σὶ αὐθαίρετα πῆματ’ ἔχειν αὐτοῖς ἐπεχκαλλόμεν; τί δὲ συμβεβούλευμεν ὡς τὴν ἐριν οὐ δεῖ προστάγειν, εἰ- | κοντα δὲ φεύγειν; ἡ, τί τὰ συμβαίνοντα πράως φέρειν, καὶ ἴσθου σπουδάζειν ἐπιτάττομεν; ὅμως γὰρ ἡ διὰ μαθήσεως πρὸς ἀρετὴν ὁδὸς ἀποκλείεται τοῖς Τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν. Οὐ γὰρ ἂν ἐδεὶ πονεῖν, οὐδ’ ἐν μελέτῃ καὶ ἐρωτὶ τιθῆσθαι τὰ καλὰ, εἰ τοῦ θεοῦ ἴδιον ἦν σώζειν ἡμᾶς ἀπὸ κακίας, καὶ τῶν ἀρετῶν πλήρεις ποιεῖν μηδὲν παρ’ ἑαυτῶν συνεργόντων. Ἀλλ’ οὐτως ἂν ἡ αἰτία τῆς τῶν πολλῶν πονηρίας θεοῦ ἦν ἐγκλημα. Εἰ δὲ ἀναίτιος κακῶν ὁ θεός, ὥσπερ καὶ λέγεται καὶ ἐστι, δῆλον ὡς παρ’ ἡμᾶς ἡ τῶν ἀγαθῶν ἀπόστασις, ὅτι πείλας ὄντων αὐτῶν, καὶ ἐν ἡμῖν κατὰ τὰς φυσικὰς ἐννοίας κειμένων, οὔτ’ ἐσφρώμεν, οὔτε κλῦομεν. Αἰτία δι τῆς ἀθελησίας ταύτης καὶ ἀνηκοίας ἡ λυγρὰ ἐρις, αὐθαίρετος οὖσα βλάβη, ἣν οὐ δεῖ προάγειν ἐπὶ πλεῖον, εἰκοντα δὲ φεύγειν ἀπ’ αὐτῆς, καὶ τὴν τῶν κακῶν λύσιν συνέναι, καὶ τὴν εἰς θεὸν ἐπιστροφὴν ἐξευρίσκειν. Οὕτω γὰρ ἡ παρὰ τοῦ θεοῦ ἐλλαμψις, τῆς παρ’ ἡμῶν δράσεως αὐτῇ συντρέχούσης, δεῖξις γίνεται. Ἔργα δὲ τῆς δεῖξεως, ψυχῆς ἀκείας, καὶ σωτηρία ἀπὸ τῶν τῆδε πόνων, καὶ συναίσθησις τῶν θείων ἀγαθῶν, καὶ κοινωνία τῆς πατρικῆς πολιτείας. Τοσαῦτα περὶ ἀρετῆς καὶ ἀληθείας προειπών, καὶ τὰ μὲν τῆς ἀρετῆς παραγγελματα εἰς τὸν νυκτερινὸν συλλογὸν περατώσας, τὰς δὲ τῆς ἀληθείας ἐλπίδας ἕως τῆς ἀκείσεως καὶ σωτηρίας τῆς ψυχῆς ὁρίσας, ἐπάγει τὰ περὶ τῆς τοῦ αὐγοειδοῦς καὐρότητος πτερωτικῆς, τρίτον τι φιλοσοφίας γένος ἐπισυνάπτον τοῖς προειρημένοις.","prev":{"citation":"Ἠθικὴ στοιχείωσις 516.2","label":"516.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/516.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/516.2"},"next":{"citation":"Ἠθικὴ στοιχείωσις 518.1-42","label":"518.1 to 518.42","url":"https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/518.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/518.1"},"credit":{"text":"Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001745","quality":"ocr"}}