{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 307.10-43","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 307.10-43","ref":"307.10","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/307.10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/307.10","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/307.10.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":286,"text":"θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων. Ἰδοὺ μία ἐκκλησία ἀγγέλων καὶ ἀνθρώπων. Τὸ δὲ συστήναι ἄγγέλους ἀνθρώποις, τί ἄν ἄλλο δείκνυσι, ἢ τὸ ὑπερανενεσθῆναι εἰς τιμὴν τῆς ἀνθρωπείας φύσεως; Καὶ προσεκύνησαν τῷ Θεῷ λέγοντες Ἁμὴν. Τὰ ἐν ἀνθρώποις λειτουργικὰ πνεύματα σὺν τοῖς πρεσβυτέροις ὑπήκουσαν τῷ Ἁμὴν. Ἐπὶ τὸ ἑβδομον δὲ τοῦ ἀριθμοῦ προσεχώρησεν αὐτοῖς ἡ πρὸς τὸ θεῖον σεβασμὰ τιμή, οὐ μόνον ὅτι σύστοιχος οὗτος, ὡς καὶ παγγενὲς πλήθος, τὴν τοῦ Ἁγνίου δηλοῦν ἀφαγὴν, ἤδη παρελήμεθα, ὁ ἀριθμὸς τῷ παρόντι αἰῶνι, ἀλλ᾽ ὅτι καὶ ὡςπερ οὗτος ὁ ἀριθμὸς οὐκ ἐξ ἑτέρου ἀριθμοῦ τῶν ἐντὸς τῆς δεκάδος ἀποτίκτεται, οὕτως καὶ ὁ ἐπιδούς ταῦτα Θεός, οὐκ ἐξ ἑτέρου τὰ θεῖα ταῦτα ἀποφέρεται πλεονεκτήματα. Καὶ ἀπεκρίθη εἰς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἰσι, καὶ πόθεν ἤλθον; Καὶ εἶπον αὐτῷ· Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπ μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς μεγάλης θλίψεως τῆς μεγάλης C autès, καὶ ὀδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς καὶ ἐξέλυσαν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ Ἁγνίου· διὰ τοῦτο εἰσὶν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύσουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς. Οὐ πεινάσουσιν ἐτι, οὐδὲ διψήσουσιν ἐτι· οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα· ὅτι τὸ Ἁγνίον τὸ ἀναμέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς. Καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. Τοὺς μάρτυρας φησι, τοῦ Χριστοῦ τὴν σταυρὸν ἐκεῖνν καὶ ἐτούθ. ἀραμένους, καὶ τὸν αὐτοῦ θάνατον μιμουμένους. Τοῦτο γὰρ ἐστι τὸ, Ἐξέλυσαν, οὐχ ἑτέρωθι· ἢ ἐν τῷ αἵματι τοῦ Ἁγνίου. Καὶ λατρεύσουσιν αὐτῷ ἡμέρας καὶ νυκτός. Ἡ τὸ ἀδιάπαυστον δηλοῦν βούλεται, ἢ τὸ τῶν ὑπὸ τοῦ Θεοῦ διοικούμενων ἀνεύδιαστον τῆς εὐχαριστίας,","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 302.5","label":"302.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/302.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/302.5"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 307.46-7","label":"307.46 to 307.7","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/307.46","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/307.46"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}