{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 41.8","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 41.8","ref":"41.8","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/41.8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/41.8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/41.8.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":326,"text":"τῆς ἑαυτοῦ βασιλείας. Cum sem ΚΕΦΑΛ. ΟΓ'. — Τίνα ἐστὶ τὰ τῷ Δαβὶδ πεπρα- 80 Δ δὲ τὸ δόρυ καὶ τὸ νυκτιπότιον ἀφελόμενος ἀπέδιδου, δείκνὺς ὡς Θεὸν ἀναμένει τὸν ἀμυνόμενον, καὶ περ λαβὼν παρ' αὐτοῦ τὴν δύνασθαι τὴν ἐξουσίαν. Ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρήμοις κατὰ τὸν τῆς φυγῆς καιρὸν διάγων, φύλαξ ἐγίνετο τῶν ποιμνίων, καὶ τοῖς τὰ ποίμνια κεκτημένοις, ἦν καὶ τούτοις ἐπίκουρος. Ἐνυβρίζαντα τὸν Νάβαλ αὐτὸν ἐν καιρῷ τῆς κουρᾶς τῶν προβάτων, εὐλογίας ὑπὲρ τῆς φυλακῆς τῶν ποιμνίων αἰτήσαντα, τὴν ὕβριν οὐχ ὑποίας, ἐμελλεν ἀναιρεῖν ὁρμήσας, εἰ μὴ σοφὴ τις ἡ τοῦ Νάβαλ γυνὴ ('Αβιγαὶλ δὲ ἦν ὄνομα αὐτῇ) ἀντιάσασα τοῖς δώροις αὐτῷ, καὶ προφητικοῖς ἐξευμένισε λόγοις. Ἐκδίκηται πρὸς τοῦ Θεοῦ, τοῦ Νάβαλ τὴν ταχύτην ἀποθανόντος. Ἀναψύξας γὰρ οὗτος ἐκ τῆς μέθης, καὶ γνοὺς ἅπερ ἐνύβρισε , καὶ ἅ πάχειν ἐμελλε, φόβῳ καταπλαγεὶς ἀπεθάνετο. Τὸν Ἀγχούς βουλόμενον ἔχειν αὐτὸν σύμμαχον ἐν τῷ κατὰ Σαοὺλ πολέμῳ, οὐχ εἶων. οἱ τούτῳ προσήκοντες, καὶ περ καὶ τοῦ Δαβὶδ βουλομένου. Ἄλλην καὶ οὖν ἐπ' αὐτοῦ τοῦ Θεοῦ πρόνοιαν (75). Καὶ γὰρ βουλόμενον συμμαχεῖν αὐτὸν (74) τοῖς Ἀλλοφύλοις ἐπὶ τῇ τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν ἀναίρεσει, ἀποπεμφθεὶς ὑπὸ τοῦ Ἀγχούς, ἀπὸ τῆς πρὸς τὸν ἑαυτοῦ λαὸν μάχης, ἔγνω τὰς τοῦ Ἰουδα πόλεις ὑπὸ Ἀμαληκιτῶν ἐσχυλεύθαι, καὶ καταδιώξας ἀναιρεῖ μὲν τοὺς πολεμίους, ἀποστέλλει (75) τοῖς ἐσχυλευμένοις τὰς ἑαυτῶν γυναῖκας καὶ τὰ τέκνα, καὶ προστάτης οὗτο καὶ κηδεμὼν ἀντὶ πολεμίου τοῖς οἰκείοις ἐγίνετο. Ἐνταῦθα νόμον ἔθετο, τὰ ἐκ πολεμίων σκῦλα σκευοφύλαξι καὶ πολεμισταῖς ἐξ ἴσου διαμολογεῖσθαι, ἐπειδὴ οἱ φαῦλοι τῶν μετ' αὐτοῦ καταδιωξάντων τοὺς Ἀμαληκίτας, οὐχ ἐβούλοντο τῆς λείας ἀπονέμειν τοῖς δι' ἀρρώστιαν παραμεμένηχόσι τὴν (76) τοῖς κοινοῖς ἐφοδίοις. Ἀποθανόντα τὸν Σαοὺλ ἐν τῇ πρὸς Ἀλλοφυλον Ἀγχούς μάχῃ, οὐχ ὡς πολέμιος ἤκουσε πεσόντα, ὡς δὲ γνήσιον ἐθρήνησε, καὶ κηδεμόνα, καὶ τὸν ἐπιτάφιον αὐτῷ τε καὶ τῷ υἱῷ συνέγραψεν ὕμνον. Τὸν δὲ κομίσαντα τὰ βασιλέως τοῦ Σαοὺλ σημεῖα, καὶ τὴν ἀναίρεσιν αὐτοῦ μηνύσαντα, καὶ δὴ πρὸς χάριν αὐτοῦ δεδραχέναι τι εἰς αὐτὸν φήσαντα, καὶ ὡς εὐαγγέλιον (77) αὐτῷ παραγεγονέναι δόξαντα, ὡς κακὸν ἄγγελον ἀνεῖλε.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 41.41-55","label":"41.41 to 41.55","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/41.41","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/41.41"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 42.2","label":"42.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/42.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/42.2"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}