{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 420.2","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 420.2","ref":"420.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/420.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/420.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/420.2.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":229,"text":"ΚΕ'. Καὶ τί μοι τοῦ θαύματος; ἀνιχνεύειν τὸ πελάγος; Οὕτω γὰρ ἔδοξε καὶ τοῖς πάλαι τοῦτο θαυμαστὸν, ὥς ἀνυθὲν ἀεὶ τοῦτο καὶ τοὺς προφήτας ἐκπλήττεσθαι, καὶ μὴ μόνον πανταχοῦ περιφέρειν, ἀλλὰ καὶ ὑπογράφειν συμβολίως γὰ τισὶ καὶ σκιαῖς· εἰ πως, ὥσπερ ἐν ἀμαυροτέροις τισὶ χρώμασι, σκιαγραφήσοι τὸ τοῦ πράγματος μέγεθος. Κἀνταῦθα μαθὼν, ἐγνώκα, συγχρίνας ἀνωτέρω τὰ αὐτόθεν ἀσύγκριτα. \"Ὅσον γὰρ τύπου καὶ ἀληθείας τὸ μέσον, καὶ σώματος καὶ σκιάς, καὶ πράγματος καὶ ὀνειράτος, τοσοῦτον χάκειν ὧν πάντων ὁμοῦ καὶ μόνου τοῦ κατὰ τὴν Παρθένον θαύματος. Πάντα γὰρ ἐκεῖνα ταύτην ἐτύπου, καὶ πάντα ταύτην πάντες νομιζοῦσι τε καὶ ὀνομάζουσι· διὰλασαν σχιζομένην καὶ πάλιν συνεργομένην· πύλην διαδινομένην ἄμα καὶ κεκλεισμένην· κάμινον δροσιζομένην ἄμα καὶ φλεγομένην· βάτον καιομένην, ἀλλ' οὐ κατακαιομένην· νεφέλην ἡμέρας ἄμα καὶ εὐδοπορίας ἀγγέλον· στυλὸν πυρός, οὐ τὸ θεῖον, σίμαι, μόνον πῦρ ἐπιφερομένην, ἀλλὰ καὶ τοῦ θεοῦ καὶ νέου λαοῦ τὸν Φαραὼ τὸν νοητὸν ἀποφραγνυμένην· πέτραν μέλι τὸν Λόγον βέουσαν, ῥάβδον ἄνθος, τὴν εὐωδίαν καὶ δόξαν τοῦ γένους, φέρουσαν· [γὴν μενίσαν οἷα ἐστὶ, καὶ πλήρη τῆς θείας εὐρισκομένην τροφῆς· καὶ μάννα, τὸν ἀγεώργητον ἄρτον, φέρουσαν, ὃν οὔτε ἄροσις οὔτε σπορὰ ἐγεώργησε·] κιθῶντα ἀμαυτον, χῖπτον ἀσυλον, λυχνίαν ἀσβεστον, ναὸν ἄβατον, ὄρος ἀτομον, ἀρεταῖς κατάνοιον, πλάκα θεόγραφον, στάμνον θεοδόχον, τράπεζαν, ἐφ' ἧ τὸ τῆς ζωῆς ἄρτος, κλίνη, ἐφ' ἧς ὁ δυνατὸς ἀνεπαύσατο, κλίμακα, δι' ἧς κατεῤῥχεται μὲν θεός, ἀνέρχεται δὲ ὁ θνητός, ἀρχομένην μὲν τῶν χθονίων, ἀπτομένην δὲ καὶ τῶν οὐρανίων.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 420.1","label":"420.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/420.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/420.1"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 420.3-421.35","label":"420.3 to 421.35","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/420.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/420.3"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}