{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 427.1","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 427.1","ref":"427.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/427.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/427.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/427.1.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":440,"text":"τὰ δὲ τῷ τῶν ἄλλων καὶ νόμων θεῶν ἀνατεθεῖσθαι· λέγουσι· τοῦτὸ δὲ μόνον καὶ φoinικὰ τε καὶ διόρην, τῷ κατ’ αὐτοὺς σοφῷ καὶ καλῷ γὰρ πάντως καὶ ὑπὲρ πάντα ἀρίστη μουσικῇ τε καὶ τοιχικῇ ἰατρικῇ τε καὶ μαγικῇ Ἀπολλωνίᾳ, ὅν καὶ αὐτὸν εἴναί τῷ ἡλίῳ λέγουσι· καὶ ὡς καλλίστων καὶ παγχρήστων, τὸ καλλίστον τε καὶ πάγχρηστον ἀνατιθέασιν. Οὕτως ἐξάρχης ἀνεῖτο τῷ κάλλει καὶ τῇ σοφίᾳ καὶ τῇ χρήσει τὸ χρήμα· καὶ ἐδύκει αὐτὸ καλὸν τε ἰδεῖν ἄμα καὶ χρηστὸν βρωθῆναι τε καὶ χρησθῆναι, καὶ σοφοὺς προσῆκον λαβεῖν· ἀλλὰ τὰ μὲν τῶν μύθων, εἰ δοκεῖ, χαίρειν ἔωμεν. Ὅσα δὲ καὶ βλέπειν ἔξεστι καὶ λέγειν μέμφεις οὐκ ἔστι· πρῶτον μὲν γὰρ τρέφεται πανταχως γῆς τὸ φυτόν· καὶ οὐχ ὥσπερ τὰλλα τῶν δεδενδρῶν τὰ μὲν τῷ ἡμέρῳ χαίρει, τὰ δὲ τοῖς ὧραις ἀγαπᾷ· τὰ δ’ οἰκείως ἔχει πρὸς θάλατταν· ἀλλὰ τοῦτὶ μόνον κἂν ταῖς χουραφαῖς φύεται· κἂν τοῖς ἡμέροις τρέφεται· καὶ παρὰ τὴν θάλατταν ταυτὸν τοῦτο φιλεῖ· νικῶσα δὲ οὕτως πανταχοῦ, οὐδὲν ἦστον νικᾶ καὶ τῷ θάλλειν οὕτως ἐκσταχοῦ, ὡς ἐνιαχοῦ οὐδέν. Οὐ γὰρ ὥσπερ τῶν ἄλλων ὅσα μὲν ἥρεται ταυτὸν τοῦτο ἰδεῖν τὰ ὧραι καὶ δεινῶς ἀγρια· τὰ πλεῖστα δὲ γε καὶ ἀκαρπα. Τῶν δὲ ἡμέρων, τὰ μὲν, καὶ αὐτὰ τὸν καρπὸν βραχύτατα τοῦτο τὸ πρέμνον ἀχανοῦνθεται· καὶ οὐχὶ μόνον τῶν ἐν χουραφαῖς διαφέρουσι· τὰ δὲ, τὸν καρπὸν μὲν ἴσως οὐκ ἀγεννή, ἀσθενῆ δὲ ἄλλως· καὶ βραχὺν ἀνθοῦντα τὸν χρόνον· ἀλλ’ οὗτον μὲν ἐν ἡμέροις ἰσχυρὰ τε καὶ πολυχρόνιος ὡς ὀλίγα κομιδῇ τῶν ἀγρίων τε καὶ ἀκάρπων. Οὕτω δ’ ἐν ἀγρίοις τρυφερὰ τε καὶ λία καὶ εὐανθής καὶ εὐκαρπος, ὡς οὐδὲν ἄλλο τῶν ἄλλων ταῖς στοαῖς ψυόμενον, καὶ ὡσπερεῖ χάρα· καλαὶ θαλαμευομέναι· ἔπειτα τὰ μὲν ἄλλα τὰς ὧρας πολλάκις παρανομεῖ· καὶ τὰ μὲν πρότασις ἔαρ, ὥσπερ δὴ καὶ φoinix αὐτός. Πολλὰ δὲ καὶ χειμῶνος ἐκφυεῖ· αὕτη δὲ κἂν τούτοις τηρεῖ τὸν νόμον καὶ σωφρονεῖ· θέρους τε γὰρ ὡς ἐπὶ πλεῖστον πρόδεισι· καὶ τὰ κάλλιστα τῶν καρπῶν τῶν ὧρων τῇ καλλίστῃ δείκνυσιν· χειμῶνος δὲ λίπεται τὸ κάλλος· καὶ τῇ φύσει καὶ τάξει· τῆς ὧρας ἀκολουθεῖ, ὥστε εἰ δεῖ τι καὶ παράδοξον μὲν, ἀληθέστερον δὲ εἰπεῖν, τοῦτο καὶ μόνον, ὥραζον ἂν τις εἴποι δικαίως· οὐ διὰ τὴν ὥραν μόνον ἀλλὰ καὶ τὸν καρπόν· τὰ δ’ ἄλλα καὶ ἐξωρα, οὕτω τὴν τάξιν τε παραδίδονται καὶ ἀγνωσίαντα τὸν καιρόν· οὐ μὴν ὥσπερ τὸ καθ’ ὥραν φαίνειν, οὕτω καὶ τὸ διαφυλαχθῆναι δι’ ὧρας, ὥραζον· ἀλλ’ αὐτῷ γε τῷ διὰ παντὸς τοῦ ἔτους διακατέχειν, κρείττον μὲν τῶν ὧρων· κρείττον δὲ τῆς ἐπωνυμίας· κρείττον δὲ καὶ πάντων ὁμοῦ τῶν λοιπῶν καρπῶν δείκνυσιν· τὰ μὲν ἥδεῖ τῷ διαρκεῖ, τὰ διαρκέστερα δὲ τῇ ἥδεῖ νικᾶσαι· μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ τὰ ἥδεῖ τῇ ἡδονῇ καὶ τῷ μονίμῳ τὰ μόνη.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 426.1-5","label":"426.1 to 426.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/426.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/426.1"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 427.2-428.34","label":"427.2 to 428.34","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/427.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/427.2"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}