{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 529.8","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 529.8","ref":"529.8","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/529.8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/529.8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/529.8.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":353,"text":"ΕΣΔΡΑ Β' ΠΕΡΙ ΤΕΣΣΑΡΩΝ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΠΟΤΑΜΩΝ. \"Οτι ὁ \"Ιστρος ὁ ποταμὸς, λεγόμενος Φισὼν παρὰ τῇ θείᾳ Γραφῇ, καὶ τοῦ Παραδείσου ἐξιὼν, ὡςπερ καὶ οἱ λοιποὶ Τίγρις, Εὐφράτης, καὶ Γηὼν, καὶ ὑποδὺς τοὺς μυχούς τῆς γῆς, καὶ εἰς δύσιν ἀπερχόμενος, ἐκθιδοὶ τοῦ Ἀπεννίνου δρους τοῦ διήκοντος ἀπὸ τῆς Σικελικῆς θαλάσσης ἕως τῶν Γερμανῶν τῶν πρὸς τῷ βορρέῳ ὠκεανῷ· κάκειθεν σφρέται πρὸς ἀνατολὴν, καὶ χέει εἰς τὸν Εὐξεινον Πόντον διὰ ε' στομάτων. Οὕτως ἐν τῇ Ἀνατολῇ ὀνομάζεται Γάλλης· ἀλλάσσει δὲ τὸ ὄνομα ἐν τῇ Δύσει, \"Ιστρος προσαγορευθεὶς, καὶ ὑπὸ Θρακῶν Δανοῦδιος πάλιν καλούμενος. Καὶ οὗτος μὲν μέγιστός ἐστι ποταμῶν, ἀλλὰ καθ' αὐτὸν μὲν ἧττων τοῦ Νείλου, ὑποδεχόμενος δὲ τοὺς εἰσρέοντας ἐν αὐτῷ, καὶ τοῦ Νείλου μείζων γίνεται. Ιε' γὰρ ποταμοὶ εἰσβάλλουσιν ἐν αὐτῷ. Εἰσὶ δὲ οὗτοι· ἐκ μὲν Σκυθίας ε', Παράτας, ὁ καὶ Πυρετὸς, Τιάραντος, Ἀραρος, Νάπαρις, Ὀρδησσός· ἐκ δὲ Ἀγαθύρσων Μάρις...... τρεῖς, Ἀτλας, Δῦρας, Τίμισις· ἐκ δὲ τῶν Θρακῶν τῶν Κρωβύζων τρ·Ις, Ἀταξ, Νόης, καὶ Ἀρτάνης· ἐκ δὲ Παϊνῶν καὶ δρους Ῥοδόπης Κίος ποταμὸς μέσος σχίζεται τὸν Αἴμον· ἐκ δὲ Ἰλλυριῶν ὠρῶν τὸν πρὸς βορρᾶν ἄνεμον βάλλων εἰς τὸ Τριβαλλικὸν πεδίον, Ἀγυρος ἔχων ἐν τὸν Βρόγγον, ὁ δὲ Βρόγγος εἰς τὸν Ἰστρον· ἐκ δὲ τῆς χώρας τῶν Ὀμβρικῶν Κάλπις καὶ Ἀλπις. Εἰσβάλλουσι δὲ καὶ ἕτεροι εἰς αὐτὴν, ἐξ ὧν γίνεται πάντων ποταμῶν μέγιστος. Ἴσος δὲ ῥεῖ αὐτὸς ἑαυτῷ ἐν θέρει καὶ χειμῶνι, ὅτι ὀλίγον βρέχεται αὕτη ἡ γῆ· νιφετῷ δὲ πάντα χράται. Ἐν θέρει δὲ ἡ ἐν τῷ χειμῶνι πεσούσα χιὼν πολλῇ τηκομένη πάντοθεν, εἰσβάλλει τῷ Ἰστρῳ. Ὅσον δὲ ὕδωρ ὁ ἥλιος ἐξέλκεται ἐν τῷ θέρει, ἢ ἐν τῷ χειμῶνι, τοσοῦτον τὰ συμμιγύζομενα τῷ Ἰστρῳ πολλαπλάσιά ἐστι τοῦ θέρους ἢ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα, ἀντισήκως γίνεται, ὡς ἀεὶ ἴσον αὐτὸν εἶναι ἑαυτῷ. Οὕτω· ὁ Ἰστρος τὴν ἰδίαν προσηγορίαν φυλάττει ἕως Σιρμίου τῆς πάλαι Ῥωμαίων εὐδαίμονος πόλεως, ἔσχατον δὲ ὑπὸ Γηπέδων οἰκουμένης, ἀποβάλλει μέντοι παρὰ τοῖς ἐπιχωρίοις τὸ ἐμπροσθεν ὄνομα, Δανοῦδιος μετακληθεὶς. Οὕτω δὲ αὐτὸν οἱ Θρᾷκες ἐκάλεσαν, διότι εἰς τὰ πρὸς ᾿Ἀρκτον καὶ Θρᾳκίαν ὄρη συννεφὴς ὁ ἀὴρ ἐκ τῆς ὑποκειμένης τῶν ὑγρῶν ἀμετρείας, αἴτιος αὐτοῖς συνεχούς ἐπομβρίας νομίζεται. Δανοῦδιον δὲ τὸν νεφελωφόρον ἕνεκα καλοῦσι πατρίως. Ἐντεῦθεν μεταβέβληκεν ὁ Ἰστρος τὴν","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 529.6","label":"529.6","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/529.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/529.6"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 531.1","label":"531.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/531.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/531.1"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}