{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 535.1","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 535.1","ref":"535.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/535.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/535.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/535.1.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":433,"text":"δῶν κατὰ διαστάσεις, καὶ πυκνὰ τοὺς δακτύλους μετατιθεῖσα, βαρὺν ἢ ὀξὺν τὸν φθόγγον ἐργάζεται. Πολλῶν δὲ δυντῶν ὀργάνων μουσικῶν, τὴν βίβλον τῶν Ψαλμῶν πρὸς τὸ λεγόμενον ψαλτήριον ἠρμοσεν ὁ προφήτης, ἵμω δοκεῖν, τὴν ἁψωδὲν αὐτῷ ἐνηχούσαν χάριν παρὰ τοῦ Πνεύματος ἐνδεικνύμενος· διότι τοῦτο μόνον τῶν μουσικῶν ὀργάνων τὴν αἰτίαν τῶν φθόγγων ἐκ τῶν ἁψωδὲν ἔχει, ὡς εἴρηται. Τῇ κιθάρᾳ μὲν γάρ, καὶ τῇ λύρᾳ κάτωθεν ὁ χαλκὸς ὑπῆρχει πρὸς τὸ πλήκτρον· τὸ ψαλτήριον δὲ τοῦτο τῶν ἀρμονικῶν ῥυθμῶν ἁψωδὲν ἔχει τὰς ἀφορμάς, ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶμεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κάκεινο δὲ οἶμαι τὸν προφητικὸν λόγον βαθῶς ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργάνου κατασκευῆς ἐνδεικνύθαι, ὅτι οἱ ἡμῖν λέξεις καὶ ἐνάρμοστοι τὰς ψυχὰς ῥαδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. Τὸ δὲ ψαλτήριον δεκάχορδον δι' αἰνιγματωδῶς παρεδίδου τὸ σῶμα, ἅτε πέντε αἰσθήσεις ἔχον, καὶ πέντε τῆς ψυχῆς ἐνεργείας, δι' ἑκάστης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης. Ὅταν γὰρ ἕκαστον αἰσθητήριον ἐκαστῇ δυνάμει τῆς ψυχῆς προσαρμόσωμεν, καὶ πρὸς τὸ ἱερὸν μέλος αὐτοὺς διοργανώσωμεν, δεκάχορδον γινόμεθα ψαλτήριον τῷ Θεῷ, ἡμῖν μὲν μουσουργουμένου, καλῶ δὲ τεχνίτῃ, τῷ Πνεύματι ἀναχρουομένου. Ἄλλὰ τοιούτου μὲν τὸ ψαλτήριον· ψαλμὸς δὲ ἐστι λόγος μουσικὸς καὶ ὕμνος τῷ Θεῷ προσαγόμενος, ἀπὸ τοῦ ψαλτηρίου ὀργάνου κληθείς. Διὸ αἱ ἄλλαι Γραφαί, ἐπεὶ μὴ πρὸς αὐλὸν ἐψάλλοντο, τῆς τοῦ ψαλμοῦ ἐστερήνται κλήσεως. Κοὴ δὲ μηδὲ διάψαλμα παραδρᾶσιν ἀθεώρητον. Τισὶ μὲν μεταβολὴν τοῦ νοήματος, ἢ πράγματος, ἢ προσώπου σημαίνειν ἐνομίσθη τὸ διάψαλμα· τισὶ δὲ μέλους ἐναλλαγὴν, πότε μὲν βαρύτερον ἀπηχουμένου, πότε δὲ ὀξύτερον. Ἔτεροι δὲ φασιν, ὅτι συντιθεῖς ὁ Δαβὶδ ἕκαστον τῶν ψαλμῶν παρεδίδου ἐνὶ χορῷ, καὶ ἐψάλλεν ἐκεῖνον ἐν ἐκείνῳ τῷ χορῷ. Εἰ δὲ που ἐδοξεν αὐτῷ κατὰ μέσον τοῦ ψαλμοῦ, καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε καὶ ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα. Ἡμεῖς δὲ τὰς τῶν προτέρων ὑπολήψεις οὐκ ἀποβάλλομεν· ἐννοήσαι δὲ τι, καὶ παρ' ἑαυτῶν πρὸς τὴν τοῦ ῥητοῦ σημασίαν οὐκ ἀποκνήσομεν. Τοιαύτην οὖν τινὰ τοῦ διαψάλματος καταλέδομεν τὴν διάνοιαν, ὅτι προιούσης κατὰ τὸ ἀκλουθὸν τῆς ψαλμοβδίας, ἐὰν τις ἐγνετο μεταβὴ προφητεύσων τοῦ Δαβὶδ ἑτέρα τοῦ ἁγίου Πνεύματος θεία Ἑλλαχίας, καὶ προσθήκῃ τοῦ κατὰ τὴν γνώσιν χαρίσματος, ἐπ' ἀφελείᾳ τῶν δειρομένων τὴν προφητείαν, ἐπὶχων τὴν φωνὴν, καιρόν ἐδίδου τῇ διανοίᾳ, δέξασθαι τὰς νοητάς τὴν γνώσιν τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάψεως. Καὶ ὡσπερ πολλάκις τινὲς μετ' ἁλλήλων διαλεγόμενοι, εἰ ποθὲν ἄθροα ἠχησὶς ταῖς ἀκοαῖς προσβάλει, παυσάμενοι τοῦ λόγου, πρὸς τὸν ἤχον τῇ διανοίᾳ συντείνονται, σχολὴν παρέχοντες δι' ἧχας τῇ ἀκοῇ, τοῦ γνῶναι τοῦ ἤχου τὴν δύναμιν, εἶτα παυσάμενης τῆς προστυχοῦσης φωνῆς πάλιν ἁλλήλοις διαλέγονται· οὕτω καὶ ὁ μέγας Δαβὶδ ὑποφητεύων τῷ Πνεύματι, ἅπερ τε ψάσας ἐμαθε, δι-","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 533.2","label":"533.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/533.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/533.2"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 536.1","label":"536.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/536.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/536.1"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}