{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 542.12-9","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 542.12-9","ref":"542.12","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/542.12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/542.12","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/542.12.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":288,"text":"Ἀπορήσει Ἰουδαῖος διὰ τί οὐχ ἐκλήθη Ἐμμανουήλ, ὡς ὁ προφήτης εἶπεν, ἀλλὰ Ἰησοῦς Χριστός; Ἀκουσάτωσαν ὅτι οὐχ εἶπεν, Καλέσεις, ἀλλὰ, Καλέσουσιν οἱ ἔθνη· τοῦτέστιν ἡ τῶν πραγμάτων ἐκδοσις· ὅτι ὁρῶνται Θεὸν μετὰ ἀνθρώπων· ἔθος δὲ τοῦτο τῇ Γραφῇ ἀντὶ ὀνομάτων τιθέναι· οἷον, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον· ὅσως προνόμευσον· γεννηθέντος αὐτοῦ προνομή Δώδεκα θεὶς γενεὰς,δεκατέσσαρας εἶπεν, διότι καὶ τὸν χρόνον τῆς αἰχμαλωσίας εἰς γενεὰν ἔταξεν· ἔτι δὲ καὶ αὐτὸν τὸν Χριστὸν εἰς γενεὰν συνάψαν ἡμῖν αὐτὸν. Οὐχ εἶπεν, πρὶν ἡ ἀχθῆναι αὐτὴν εἰς τὴν οἰκίαν, ἀλλὰ, πρὶν ἡ συνελθεῖν αὐτοὺς, διὰ τὸ μὴ ἔξω εἶναι τῶν ἀνδρῶν τὰς μεμνηστευμένας ἀνηλίκους· τοῦτο δὲ εἶπεν διὰ τὸ μὴ δοῦναι ὑποψίαν. Τίνος γὰρ οὐ πρὸ τῆς μνηστείας συνέλαβεν; Ἵνα μὴ δόξῃ ὑποψία τοῦ γεγονότος, οὐχ ὄντος τοῦ ζηλοτυποῦντος καὶ διὰ τοῦτο φυλάσσοντος. Κατὰ τὸν νόμον οὐ κολάζαι οὐδὲ παραδειγματίσαι αὐτὴν βουλόμενος ἐδουλήθη ἀπολύσαι αὐτὴν· κωλύεται δὲ ὑπ’ ἀγγέλου· τοσοῦτον γὴν ἡμεροὺς καὶ φιλόσοφος ὁ Ἰωσήφ. Τὸ θρατεῦσαι αὐτὴν μετὰ τὸν τόκον, εὐδὸλον ὡς ἐπεῖχθη τῷ θαύματι ὁ Ἰωσήφ. Διὰ τί οὐ φανερῶς ὤφθη ὁ ἄγγελος τῷ Ἰωσήφ, ἀλλὰ κατ’ ὄναρ; Ὅτι οὐχ ἦν ἀπίστων ὡς οἱ ποιμένες καὶ ὁ Ζαχαρίας. Διὰ τί εἶπεν αὐτὸν ὁ ἄγγελος υἱὸν Δαβὶδ; Ἄναμνήσαι αὐτὸν βουλόμενος, ὅθεν ἐμελλεν ὁ Χριστὸς εἴκτεσθαι. Διὰ τί εἶπεν, Τὴν γυναῖκά σου; Ὅς μὴ διαφθαμένης· γυναῖκα δὲ αὐτὴν καλεῖ ἀπὸ τῆς μνηστείας, ὡςπερ καὶ ἡμεῖς γαμβροὺς λέγομεν καὶ πρὸ τοῦ γάμου τοὺς μνηστευθέντας τῇ θυγατρί. Οὐχ εἶπεν, Τέξεται σοι· οὐ γὰρ ἦν αὐτοῦ σπέρμα· ἀλλὰ, Τέξεται, τῷ κόσμῳ παντὶ δηλοῦντι· ἔχει γὰρ Αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ. Διὰ τί εἶπεν, Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν; Οὐχ ἀλλοτρίον ποιῶν αὐτὸν τῆς διακονίας. Εἰ γὰρ καὶ μὴ σὺ· ὁ τόκος, φησίν, ἀλλὰ τὰ πατρὸς πράξεις, διὰ τὸ μὴ ἀπὸ μοιχείας εἶναι.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 542.11","label":"542.11","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/542.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/542.11"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 544.1-45","label":"544.1 to 544.45","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/544.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/544.1"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}