{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 548.11-7","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 548.11-7","ref":"548.11","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/548.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/548.11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/548.11.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":288,"text":"Τὸ, Ἁγιασθήτω τὸ ὄνομά σου, δηλοῖ τὸ, δοξασθήτω διὰ τῆς ἡμετέρας ζωῆς, ἵνα πάντες ὁρῶντες ἡμᾶς, δοξάσωσί σε, φησίν, ὅτι οὕτως πεπολιτεύμεθα. Τὸ, Ἐλθέτω ἡ βασιλεία σου, σημαίνει τὸ μὴ προσηλῶθαι τῇ γῇ τὸν εὐχόμενον, ἀλλὰ ζητεῖν τὰ ἐκεῖθεν ἀγαθὰ. Τὸ, Γενηθήτω τὸ θέλημά σου, εὐχόμενου ἐστίν. Ὅς ὑπείκουσιν οἱ ἄγγελοι, ὑπακούειν καὶ ἡμᾶς, φησὶ παρασκευάσων. Ἐπιούσιον ἄρτον, τὸν ἐφήμερον λέγει· ἢ τὸν ἐπὶ Ἔὰρ σκανδαλίζει σε ὁ ὀφθαλμός σου καὶ ἡ χεὶρ σου. Οὐ περὶ μελῶν λέγει, ἀλλὰ περὶ φίλων ἐν τάξει καὶ οἰκειότητι μελῶν ὄντων πρὸς ἡμᾶς δι' οἰκειότητα · σκανδαλίζειν δὲ λέγει, τὸ πρὸς ἁμαρτίαν ἐρεθίζειν. Τί ἐστι τοῦ, Δότε αὐτῇ βιβλίον ἀποστασίου; καὶ διὰ τί τοῦτο ἐδίδου; Ἵνα μὴ πάλιν ἐπανακάμπτειν δύναται πρὸς τὸν ἄνδρα· ἐκείνου γὰρ γυναῖκα, καὶ ἐκείνης ἄνδρα λαμβανοῦσης, εἰ πάλιν ὑπέστρεφες, πολλὴ ἂν ἡ ἔχθρα καὶ σύγχυσις ἦν· συνεχωρεῖτο δὲ τοῦτο, ἥγουν τὸ λύεσθαι τὸν γάμον, ἵνα μὴ ὁ μισῶν ἀποκτείνῃ τὴν μισουμένην ἢ φαρμάκῳ ἢ ἄλλῳ δόλῳ. B Διὰ τοῦ εἰπεῖν, Ὅς ἂν ἀπολελυμένην γαμῆσῃ μοιχᾶται, ποιεῖ τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονεῖν· διὰ δὲ τοῦ εἰπεῖν, Ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐμφοδοῦν ἀπὸργάζεται τὸν ἄνδρα ἵνα μὴ ἀπολύσῃ αὐτήν. Οὐ μόνον τὸ ἐπισχεῖν καυλεῖ, ἀλλὰ καὶ τὸ ἐπ' ἀληθείᾳ ὁμνῦειν · καὶ οὐ μόνον τοῦτο, ἀλλ' οὐδὲ εἰς τι τῶν κτισμάτων ὁμνῦειν δεῖ· οὐδὲ γὰρ κρείττονα ἡμῶν · ὁ δὲ ὁμνύων, κατὰ τοῦ κρείττονος ὁμνύει. Τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, οὐ τὸν διάβολον λέγει πονηρὸν ἐνταῦθα, ἀλλὰ τὸν πονηρὸν ἀδελφόν · ὁ δὲ λέγει, τοιοῦτόν ἐστι · Μὴ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ παρέχειν αὑτὸς μᾶλλον πάσχειν κακῶς ἢ ποιεῖν. C Τῷ θέλοντι κριθῆναι μετὰ σοῦ, δὸς καὶ τὸ ἱμάτιόν σου· τοιούτων, Ἐὰν εἰς δικαστήριον ἔλκῃ σε, μὴ μόνον ἃ ζητεῖ δίδου, ἀλλὰ καὶ τὸ ἱμάτιόν σου.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 548.1","label":"548.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/548.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/548.1"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 548.8-549.5","label":"548.8 to 549.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/548.8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/548.8"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}