{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 565.3","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 565.3","ref":"565.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/565.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/565.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/565.3.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":340,"text":"Ἀπορούντων τῶν μαθητῶν καὶ πρὸς ἑαυτοὺς εἰκὼς ταῦτα λεγόντων· Υἱὸν αὐτὸν Θεοῦ Πέτρος εἰπών, μακαρίζεται. Μάρθα πάλιν οὐχ Υἱὸν αὐτὸν εἶπεν Θεοῦ; Ναὶ γάρ, Κύριε, φησίν, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Τί οὖν ἐκεῖτὶ μακαρίσμην οὐκ ἠξίωθ τινῶν, ἀλλὰ Πέτρος ὡς τι καινὸν εἰπὼν μακαρίζεται; ἡμεῖς πάλιν συμφώνως ὅτε τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν, οὐχ ὡς Υἱὸν Θεοῦ αὐτὸν προσεκύνησαμεν καὶ μετὰ φωνῆς ἐδοξάσαμεν, Ἄληθῶς Θεοῦ Υἱὸς εἶ; διὰ τί μακαρίους ἡμᾶς οὐκ ἐκάλεσεν τότε; Ταῦτα τῶν μαθητῶν ἐνθυμουμένων, ὁ Διδασκάλης εἶπεν· Βάρ Ἰωνᾶ, τούτἐστιν, Υἱὸ τοῦ Ἰωνᾶ. Ὡς ἐχρήσωσ γὰρ μου, φησίν, τὸν Πατέρα, οὕτω κἀγὼ χρήσομαι σου τὸν πατέρα· μὴ χρήσων μὲν τοῦ σοῦ μηνυνοῦσαι πατρός, δεῖξαι δὲ βουλόμενος τὸ ταυτοφυὲς ἐμοῦ καὶ Πατρός· εἰκόνα σέ, καὶ τὸν σὸν πατέρα, ἐμοῦ καὶ τοῦ Πατρός· προστίθημι νῦν· ἐκ τῶν καθ’ ἡμᾶς μαθηαντέων ἀπαντες Υἱοὺ καὶ Πατρός τὴν ταυτότητα. Ὦν γὰρ τρόπον ὁμοιὸς σὺ τῷ Ἰωνᾶ κατὰ φύσιν, οὕτως ὁμοῖος ἐγὼ τῷ Πατρὶ κατ’ οὐσίαν· ὡς οὐκ εἶ σὺ κτίσμα τοῦ οἰκείου πατρός, ἀλλὰ γέννημα, οὕτως· οὐδὲ ἐγὼ κτίσμα τοῦ Πατρός, ἀλλὰ γέννημα· σὺ ἀνθρώπου, ἐγὼ Θεὸς ἐκ Θεοῦ· σὺ γεγεννησαὶ ἐκ τοιούτου, ἐγὼ φῶς ἐκ φωτός· σὺ ὁμοῖος ἐξ ὁμοίου, κἀγὼ ὁμοῖος ἐξ ὁμοίου· διὰ τοῦτο μακαρίζω τὸν Πέτρον, ὅτι περ οὐχ ὡσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων Υἱὸν με Θεοῦ προσηγόρευσαν κατὰ χόριν, οὕτω ὁ Πέτρος· ἀλλ’ ὡς αὐτὸς ἀληθῶς υἱὸς τοῦ οἰκείου πατρός· οὕτως Υἱὸν με ἀληθῆ προσεῖπεν τοῦ Θεοῦ· ὡς αὐτὸς ἀρχὴν ἔχων ἐκ ἀρχῆς ἔχοντος ἐγεννήθη, οὕτως ἀναρχὸν με Υἱὸν ἀνάρχου Πατρὸς ἀνεκήρυξεν· ὡς αὐτὸς θνητὸς ἐκ θνητοῦ, οὕτως· ἀθάνατόν με Υἱὸν ἐξ ἀθανάτου Πατρὸς ὡμολόγησεν· διὰ τοῦτο γὰρ με Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος προσηγόρευσαν· ὁ γὰρ τοῦ ζῶντος Υἱὸς ζῶν καὶ αὐτός, ἀτρέπτω Πατρὸς ἀτρεπτος· πάντως Υἱός· ἔοικεν δὲ κατὰ πάντα τῷ γεγεννηκότι τὸ γέννημα· καὶ οὕτως· ἀθάνατόν με Θεὸν ἀθάνατοῦ καὶ ζῶντος Υἱὸν προσηγόρευσεν· ὅτι περ μετὰ μικρὸν ἂν ἀκούσῃ θάνατον καὶ σταυρόν, εὐθὺς ναρχήσας βοητὴ λέγων· Ἰησοῦς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὕτω γὰρ ἔγνω τῆς σαρκός μου","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 565.2","label":"565.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/565.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/565.2"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 566.1-40","label":"566.1 to 566.40","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/566.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/566.1"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}