{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 584.7-585.2","citation":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 584.7-585.2","ref":"584.7","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/584.7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/584.7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/584.7.md","author":{"name":"Joannes","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes"},"work":{"title":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text","urn":"urn:cts:greekLit:tlg2578.tlg001"},"verse":false,"words":276,"text":"Διὰ τί τὸ, Ὑμνήσαντες δὲ ἐξῆλθον, καίτοι; Ἀντὶ τοῦ, Μετ' εὐχαριστίας καὶ δοξολογίας ἔλαβον τὴν κοινωνίαν. Διὰ τί εἰς τὸ ὄρος ἐξῆλθεν; Ἵνα μὴ δόξῃ κρύπτεσθαι· Ἐσπεύδεν γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν τὸν καὶ Ἰούδᾳ γνώριμον. Διὰ τί λέγει τὸ, Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί; Ὁμοῦ μὲν καὶ τὴν πρόγνωσιν δηλῶν, ὁμοῦ δὲ καὶ τοὺς σκανδαλισθησομένους ἔννοιον. Διὰ τί λέγει, ὅτι, Ὦφθῶ ὑμῖν εἰς τὴν Γαλι- Λοιπὸν· ἵνα τοῦ φόβου ἀπαλλάξῃ· μακρὸν γὰρ τῶν Ἰουδαίων ἦν ἡ Γαλιλαία. Διὰ τί λέγει, Ἐγείρεσθε, ἀγωμεν ἐντεῦθεν, ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με; ἵνα δείξῃ ὡς οὐκ ἐφεύγεν, ἀλλὰ μᾶλλον προσέτρεχεν αὐτῷ· ἵνα μάθωσιν ὡς οὐκ ἀσθένεια, ἀλλ’ οἰκονομία ἦν τὸ ὅλον· ἢ ἀπὸ τῆς εἰς οὐρανὸν λέγων καὶ τοὺς τότε καὶ τοὺς νῦν ἐγείρεσθαι. Τὸ μετὰ μαχαιρῶν καὶ ξύλων εἶπεν ἐλθεῖν ἀπὸ τῶν ἱερῶν, διδάσκων ὡς τοιαῦτα ἦν τὰ Ἰσραηλῶν αὐτῶν σκεύη καὶ χωριζόμενα αὐτοῖς. Διὰ τί σημεῖον δεῖξεν ὁ προδότης; Διότι πολλάκις κατασχεῖς, διήλθεν διὰ μέσου αὐτῶν. Διὰ τί εἶπεν, Ἐταῖρε ἐφ’ ὃ φιλῇ; Τὸ μὲν, ἐταῖρε, εἶπεν, ὥστε ἐντρέψαι αὐτόν· τὸ δὲ, ἐφ’ ὃ φιλῇ, ὅτι Οὐχὶ ἀγάπης σκοπὸν τοῦτο ὁρᾷ, ἀλλὰ πονηρὴ γνώμη. Πότεν εἶχεν μάχαιραν Πέτρος; Ἀπὸ τοῦ δείπνου τοῦ νομικοῦ· ἀρνίων γὰρ ἔφαγε. Τίνος χάριν εἶπεν, ὅτι Πάντες οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται; Τοὺς μαθητὰς παραμυθούμενος τῇ τιμωρίᾳ τῶν ἐπιβουλευόντων· ἐγὼ δὲ λέγω ὅτι καὶ πολλοὶ τοῦτο πάσχουσιν οἱ βουλόμενοι· εἰ δὲ τοῦτο, πάντες, πρόσκειται, ἀντὶ τοῦ, οἱ Διὰ τί ἀφῆκεν τὸν Πέτρον πνεῖν; ἵνα μὴ αὐθὴς εἴη, μηδὲ αὐτὸν θαρρῶν, ἀλλὰ διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν καὶ οἱ ἄλλοι ἰδόντες, παύσονται θαρρεῖν ἐαυτοῖς· καὶ ἵνα συγχωρηθεὶς ὁς ἀποστόλους τοὺς παῖδας συγχωρήσῃ. Διὰ τοῦτο οὖν τῆς ἀνωθεν βοηθείας ἐγυμνώθη, τὴν φύσιν αὐτοῦ ἀλλοχότους τοῦ Θεοῦ.","prev":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 584.6","label":"584.6","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/584.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/584.6"},"next":{"citation":"Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 585.3-587.21","label":"585.3 to 587.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/585.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/585.3"},"credit":{"text":"Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002116","quality":"ocr"}}