{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 122","citation":"Joel, Chronographia Compendiaria 122","ref":"122","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/122","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/122","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/122.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":446,"text":"Εκ τοῦ γένους Σίδου υἱοῦ Αἰγύπτου, βασιλέως Αἰγυπτίων, κατήχθη Μελχὶ ὁ πατὴρ τοῦ Σεδὲκ, ὃς, γενόμενος ἱερεὺς τοῦ Θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων ἐπεκλήθη Μελχισεδὲκ πατρωνυμικῶς, καὶ κτίσας πόλιν ἐν τῷ ὄρει Σιὼν ἐπωνόμασεν αὐτὴν Σαλὴμ, ὅ ἐστιν εἰρήνης πόλις, ἐν ᾑ καὶ βασιλεύσας ἔτη Γγʹ ἐτελεύτησε δίκαιος καὶ παρθένος, ὥς φησιν Ἰώσηπος. Λέγει δὲ καὶ ὁ μέγας Κύριλλος. Ἀγενεαλόγητος εἴρηται Μελχισεδὲκ παρὰ τὸ μὴ ὑπάρχειν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεαλογηθῆναι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου σπορᾶς ὁρμώμενον Ὅθεν οὐδὲ γενεαλογίας ἠξίωται· οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει. Ἡ δὲ Ἰερουσαλὴμ ἐκ προσθήκης τῆς τοῦ ἱεροῦ συλλαβῆς μετὰ τῆς Σαλὴμ κατὰ συνάφειαν ὡνομάσθη φερωνύμως Ἰερουσαλὴμ, πῆ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδὲκ, πῆ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευήν· Ἰεβοῦς γὰρ ἐκαλεῖτο πρώην. Λώτ ἀνεψιὸς τοῦ Ἀβραὰμ ἐκ τῶν δύο θυγατέρων κύτοῦ ἐγέννησεν υἱοὺς δύο, Μωὰβ καὶ τὸν Ἀμμάν, ἐξ ὕν Μωαβῖται καὶ Ἀμμανῖται. Ὁ δὲ Ἀβραὰμ ἐκ μὲν τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ ἐγέννησε τὸν Ἰσμαὴλ, ἐκ δὲ τῆς Σάῤῥας τὸν Ἰσαάκ. Ὁ δὲ Ἰσαὰκ ἐγέννησε τὸν Ἡσαῦ καὶ τὸν Ἰακῶβ ἐκ τῆς Ῥεβέκκας. Καὶ ἐκ μὲν τοῦ Ἡσαῦ ἐτέχθη Ἐδὼμ υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλὴκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δέ Ἰακώβ τοῦ καὶ Ἰσραὴλ Ἰούδας, ἀφ´ οὗ καὶ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν προσηγορεύθησαν, καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακῶβ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρου ἀδελφοῦ αὐτῶν. Ἐκ δὲ τοῦ Ἰσμαὴλ ἄρχοντες καὶ ἔθνη αὐτῶν ἑξ Ἰσμαηλῖται οἱ νῦν Ἀγαρηνοί τε καὶ Σαρακηνοὶ λεγόμενοι, Ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησεν ἐκ τῆς ἐσχάτης γυναικὸς αὐτοῦ Χεττούρας υἱοὺς εʹ, ἐξ ὧν ἐστι Μαδιὰμ, ἀφ´ οὖ Μαδιανῖται, καὶ Ἄφερ, ἐξ οὗ Ἀφρική. Ἰσαὰκ δὲ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρπʹ. Ἰακῶβ δὲ ζήσας ἔτη ρνδ´ ἀπέθανεν εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη ιζʹ. Ὅς, ὅτε ὑπῆρχεν ἐτῶν οεʹ, φυγὼν Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ κατήντησεν εἰς Χαῤῥὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ καὶ τὰς δύο θυγατέρας αὐτοῦ Λείαν τε καὶ Ῥαχὴλ γυναῖκας λαβὼν ἔσχεν υἱοὺς καὶ θυγατέρας, μίαν ἀπό τε τῶν ἐλευθέρων ἀπό τε τῶν θεραπαινίδων Βάλας καὶ Ζελφάν. Μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἐκ Μεσοποταμίας πρὸς γῆν Χαναὰν ὑποστροφῆς εἶδεν ὅρασιν ἐν Βαιθὴλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο τελευταίους ὑποβάλλει τοὺς παῖδας, καὶ ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευὶ ἐλθὼν τοῦτον προσήγαγε τῷ Θεῷ. Ὁ γοῦν Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰακῶβ ἐπάνοδον, προσκαλεσάμενοι τόν τε Ἰακῶβ καὶ τὸν Ἡσαῦ, καὶ παρακαλέσαντες αὐτοὺς ἅμα καὶ ἐνορκωσάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τὴν ἀδελφικὴν οἰκειότητα ἀσπάζεσθαι, τελευτῶσι τοοτέρα μὲν ἡ Ῥεβέκκα, εἶτα καὶ ὁ Ἰσαὰκ, τῳ","prev":{"citation":"Chronographia Compendiaria 121","label":"121","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/121","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/121"},"next":{"citation":"Chronographia Compendiaria 123","label":"123","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/123","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/123"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}