{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 126","citation":"Joel, Chronographia Compendiaria 126","ref":"126","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/126","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/126","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/126.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":377,"text":"θυμιάσας εὐθὺς ἐλεπρώθη, καὶ οὕτως ἐτελεύτησεν. Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἔτη ιςʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησεν. Μετὰ δὲ Ἰωάθαν ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου ἀπέθανεν. Μετὰ δὲ Ἀχὰζ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησεν. Ἐφ´ οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις ἔτι παρὰ Ἰουδαίων σεβόμενος, ὃν ἠφάνισεν Ἐζεκίας, ὡσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος. Ἐφ´ ὧν χρόνων Ῥῶμος καὶ Ῥέμος ἐβασίλευον ἐν Τώμῃ, καὶ Σίβυλλα ἡ Ἐρυθραία ἐγνωρίζετο. Ἐφ´ οὖ καὶ Σεναχηρεὶμ κατὰ Ἰερουσαλὴμ ἀναβὰς, διὰ θείου ἀγγέλου ἐν μιᾷ νυκτὶ ρπε´ χιλιάδας ἀποβαλὼν, μετ´ αἰσχύνης ὑπέστρεψεν. Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ, ὁ καὶ τὸν μέγαν, Ἡσαΐαν πρίσας καὶ τὴν Ἰερουσαλὴμ ἀθώων αἱμάτων πλήσας καὶ τὸ πονηρὸν ἐναντίον Κυρίου ποιήσας. στερον δὲ μετὰ τὴν ἅλωσιν καὶ αἰχμαλωσίαν αὐτοῦ μετανοίᾳ διορθωσάμενος ἀπέθανε Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ. Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας αὐτοῦ ὑπάρχων υἱὸς ἔτη λαʹ, ἐτῶν ὑπάρχων ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ. Ἐφ´ ὧν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Ηόζου βασιλέως ἐκτίσθη τῆς Θράκης. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ ὁ καὶ Ἐλιακεὶμ, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. Καὶ ἐλθὼν Ναβουχοδονόσορ τὴν πᾶσαν Ἰουδαίαν ὑπόφορον ἐποίησεν Ἀθετήσαντος δὲ φορολογίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἰερουσαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν ἀπὸ τοῦ τείχους ῥιφῆναι προσέταξε, καὶ ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον. Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακεὶμ, διὰ προστάγματος Ναβουχοδονόσορ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου. Καὶ περὶ τοὺς φόρους ἀγνωμονῇ2αντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς Ἰερουσαλὴμ, καὶ τὸν Σεδεκίαν ἀντ´ αὐτοῦ καταστήσας ἀπῴκισεν εἰς Βαβυλῶνα Ἰεχονίαν καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ. Ἐξήνεγκε δὲ καὶ τοὺς θησαυροὺς Κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ θκεύη πάντα, ἃ ἐποίησε Σολομῶν ἐν ναῷ Κυρίου. Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας πατράδελΨος αὐτοῦ ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος","prev":{"citation":"Chronographia Compendiaria 125","label":"125","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/125","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/125"},"next":{"citation":"Chronographia Compendiaria 127","label":"127","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/127","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/127"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}