{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 128","citation":"Joel, Chronographia Compendiaria 128","ref":"128","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/128","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/128","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/128.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":367,"text":"Μετά δὲ Ἰωὰς ἐβασίλευσεν Ἰεροβεὰμ υἱὸς αὐτοῦ ἔτη λδʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας υἱὸς αὐτοῦ μῆνας ϛʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπὸ Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ μῆνα αʹ, καὶ ἐκοίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπὸ Μαναῖμ. Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναΐμ ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπὸ Φακεσίου. Μετὰ δὲ Μαναΐμ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἔτη βʹ. καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπὸ ῥακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπ Ὡσηέ. Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὡσηὲ ἔτη θʹ, καὶ ποιῶν τὸ πονηρὸν ἀπέθανε. Μετὰ δὲ τοὺς εἰρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν, ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κζʹ. Καὶ διὰ τὸ ἐπαρθῆναι κατὰ θείαν ὀργὴν ἐξ ἀνθρώπων ἐκδιωχθεὶς καὶ μετὰ θηρίων οἰκήσας καὶ χόρτον φαγὼν, ὕστερον ἐπιγνούς τὸν τῶν ὅλων Θεὸν πάλιν ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ λαμπρότεβος γεγονε. Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδ υἱὸς αὐτοῦ ἔτη εʹ. Μετὰ δὲ Οὐλεμαροδ ὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς αὐτοῦ ἔτη γʹ, ὃς, μιάνας τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ ἐν τῷ συμποσίῳ αὐτοῦ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἰερουσαλὴμ, ἀνῃρέθη κατὰ θείαν ὀργὴν, καὶ παρέλαβε τὴν βασιλείαν Δαρεῖος. Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος, ὁ καὶ Ἀστυάγης καὶ Ἀρταξέρξης, ἔτη ιζʹ. Ἐφ οὗ καὶ τῷ Δανιὴλ ἑωράθησαν αἱ διὰ τοῦ ἀγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας· ὃς, φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως, ἐνεβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λʹ, ὃς ἀνελὼν Δαρεῖον ἐκράτησε πάσης τῆς Χαλδαίων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ Παλαιστίνης καὶ πάσης τῆς Ἀσίας, μεθ´ ὡν τὴν Λυδῶν βασιλείαν ὑπέταξεν, ἀνελὼν Κροῖσον, ὡς προείρηται. Ἐφ´ οὗ Δανιὴλ, ἐπιφανέστερος ὑπάρχων ἔτι καὶ τὸν βὴλ συντρίψας καὶ τὸν δράκοντα φονεύσας, τὰ Περσῶν σεβάσματα, ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἔξ. Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσῃς ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσορ ἐπικληθεὶς, ἔτη ιηʹ. Ἐφ´ οὗ καὶ Ἰουδήθ τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ τῆ ἑαυτῆς σοφίᾳ ἀπατήσασα καὶ ἀποκεφαλίσασα τὸν Ὁλοφέρνην, πορθοῦντα τὴν Βετουλίαν πόλιν, νίκην μεγάλην τοῖς υἱοῖς Ἰσραὴλ προεξένησε, καὶ ἐτελεύτησε χήρα ἐτῶν ρεί. Μετὰ δὲ Καμβύσην ἐβασίλευσε Σμέρδιος ὁ μάγος μῆνας ζʹ.","prev":{"citation":"Chronographia Compendiaria 127","label":"127","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/127","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/127"},"next":{"citation":"Chronographia Compendiaria 129","label":"129","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/129"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}