{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 130","citation":"Joel, Chronographia Compendiaria 130","ref":"130","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/130","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/130","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/130.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":440,"text":"κατὰ τὴν Ῥωμαίων γλῶτταν. Ὃς πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαῖκῶν σκήπτρων μετὰ πολλῆς ὑπερηφανίας· ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, δ ἐστι μονάρχης. Πάντων δὲ κρατήσας ἐν ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου Ὁς νόμους Ῥωμαίοις ἔδωκε, καὶ τὸν βίσεκτον ἐφεῦρε, καὶ τὸν μῆνα Ἰούλιον μετωνόμασε, πρότερον Κυντίλλιον καλούμενον. Ἐφ´ οὗ ἦν καὶ Ἰούδας ὁ Γαλλαῖος ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, καὶ Ἀντίπατρος ὁ Ἡρώδου πατὴρ βασιλεὺς τῆς Ἰουδαίας κατέστη. Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖσαρ Ὀκταβίου υἱὸς, Ὁς καὶ Σεβαστὸς, ἔτη νϛ· ὀφ´ οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, πρότερον Σεξτίλιος ὀνομαζόμενος. Ἐν τῷ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐν δὲ τῷ μα´ ἔτει τῆς βασιλείας αὐτοῦ, ἀπὸ κτίσεως κόσμου ἔτει εφʹ, καὶ Ἡρώδης ἐξ ἐθνῶν ἤδηβασιλεύς τῆς Ἰουδαίας ἀνηγόρευται. Τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος, πεπλήρωται τὸ, θὐα ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἔως ἂν ἔλθῃ ᾧ ἀπόκειται, ὅς ἐστιν ὁ Χριστός. Ὁ δέ γε Ἡρώδης ἔσχεν αὐτῷ υἱοὺς ὁμωνύμους καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν Πρόδρομον ἀποτεμόντα, ἐφ οὗ καὶ ὁ Κύριος ἐσταυρώθη, Ἡρώδην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα ἔτεκε θυγατέρα λαλώμην τὴν ὁρχησαμένην, καὶ Ἡρώδην Ἀντίπατρον τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, Ὁς ἐν τῷ δημηγορεῖν τοῦ δήμου φωνοῦντος, Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, δίκην ἔδωκεν αὐτίκα· ἄγγελος ἀπὸ Κυρίου εὐθὺς τοῦτον ἀθρόως ἐπάταξε, καὶ Ὁς ἀνεπήδησε τῆς καθέδρας ἐν τῷ δεινῶς τὴν γαστέρα αὐτοῦ σπαράττεσθαι. Τὸν δέ γε θεῖον Ἰάκωβον ἰδών ἀπαγόμενον τὴν ἐπὶ θάνατον ὁδὸν ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· Συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ, ὅτι μεταμεμέλημαι ἐρ] οἷς ἐλάλησα κατὰ σοῦ. Ὁ δὲ μακάριος τοῦτον καταφιλήσας εἶπεν αὐτῷ· Εἰρήνη σοι, τέκνον, εἰρήνη σοι,καὶ συγχώρησις τοῦ πταίσματος. Ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως Χριστιανὸν ἑαυτὸν ἐπὶ πάντων ἀνηγόβευσε, καὶ οὕτως συγκαταριθμηθεὶς τῳ ὑπ´ αὐτοῦ κατηγορηθέντι σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο. Ὁ δέ γε ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον κατέλυσεν, ὥσπερ καὶ ὁ δυσσεβέστερος αὐτοῦ πατήρ. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος υἱὸς αὐτοῦ ἔτη κγʹ, Ὁς κτίσας πόλιν ἐν τῇ Ἰουδαίᾳ ἐκάλεσεν αὐτὴν εἰς τὸ ἵδιον ὄνομα Τιβεριάδα. Οὗ τῷ ιέ´ ἔτει τῆς βασιλείας ὁ Κύριος ἡμῶν βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο. Ἐν δὲ τῷ ιηʹ σταυρωθείς ὅνέστη τῇ κεʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου, τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ´ Ἑβραίοις λεγομένου, ἐπιφωσκούσης Κυριακῆς. Διὰ τί δὲ ὀγδόη ἡ τοῦ Κυρίου ἀνάστασις ἐπωνόμασται; Ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ Γραφῇ καὶ μετα τοὺς ζʹ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος. Ρὸ γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἐν τῇ Παλαιᾷ","prev":{"citation":"Chronographia Compendiaria 129","label":"129","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/129"},"next":{"citation":"Chronographia Compendiaria 131","label":"131","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/131","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/131"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}