{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 131","citation":"Joel, Chronographia Compendiaria 131","ref":"131","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/131","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/131","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/131.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":382,"text":"ποώτη γέγονεν ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἡλίας ἐν Σαράφθοις ἀνέστησεν, βʹ ἡ τοῦ υἱοῦ τῆς Σουναμίτιδος, ὃν Ἐλισσαῖος ἤγειρεν, γʹ ἡ τοῦ στρατιώτου, ὃς ἐγγὺς Ἐλισσαίου ταφεὶς καὶ τοῖς ὀστέοις τοῦ προφήτου πλησιάσας ὡς ἀπὸ πυρὸς ἐξεπήδησε, δʹ ἐν τῇ Καινῇ ἡ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, εʹ ἡ τοῦ υἱοῦ τῆς χήρας, ϛʹ ἡ τοῦ Λαζάρου, ζʹ ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ηʹ δὲ ἡ τοῦ Κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. Οὗτος φροντίζων τοῦ δικαίου ἔγραφεν ἀεὶ ταῖς ὑπ´ αὐτὸν πόλεσι λέγων· Ἐάν τιράψω παρὰ τοὺς νόμους προστάσσωνγίνεσθαι, τούτῳ μὴ προσεκτέον· ἠγνόηκα γάρ. Ἀλλ´ ὕστερον, φεῦ! αἰφνίδιον εἰς τὴν χείρονα μεταβληθείς γνώμην πρὸς πᾶσαν ἀνοσιουργίαν μιαιφονίαν τε καὶ οἰστρηλασίαν ἐτράπη, καὶ οὕτω τὸν βίον κατέστρεψεν. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάιος υἱὸς αὐτοῦ ἔτη δʹ, ὃς πρῶτον μὲν μεγαλοφρόνως διεῖπε τὰ τῆς βασιλείας πράγματα καὶ τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο, ὕστερον δὲ μετὰ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φρονήσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντας ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἔστησεν. Ὃν οἱ στρατιῶται ἐν βαλανείῳ λουόμενον διεχειρίσαντο, μὴ φέροντες ὁρᾷν τὰ ὑπὸ αὐτοῦ παναισχίστως πραττόμενα. Ἐφ´ οὖ Θευδᾶς ὁ ἐν ταῖς Πράξεσι μνημονευόμενος τὸν Ἱορδάνην τεμεῖν ἐπαγγειλάμενος καὶ διαμαρτήσας ἀνῃρέθη, καὶ ὁ πύργος τοῦ Σιλωὰμ ἔπεσεν ἐπὶ τοὺς ιη ἄνδρας, καὶ Στέφανος ὁ πρωτομάρτυς ἐμαρτύρησε, καὶ Παῦλος ἐπίστευσε, καὶ Φίλων καὶ Ἰώσηπος οἱ ἐξ Ἐβραίων σοφοὶ ἐγνωρίζοντο. Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιγʹ, ἐφ´´ οὗ καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος Ἐκκλησίαν πηξάμενος πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν, καὶ τὸ ἅγιον Εὐαγγέλιον συνεγράψατο, καὶ ἐπ´ αὐτῆς Ἀλείανδρείας Ἐκκλησίαν πρῶτον συνεστήσατο. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἑτη ιδʹ, ἐφ´ οὗ Σίμων ὁ Μάγος διὰ γοητείας ἐν Ῥώμῃ πολλὰ σημεῖα καὶ φαντασίας ἐπιτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων. Καί ποτε μεσούσης ἡμέρας προελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι´ ἀέρος ἀναπτάσθαι. Οὗ γενομένου προσευξάμενος ὁ Πέτρος καὶ ἀτενίσας εἶπε τῷ Σίμωνι· Εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμι ἐγὼ καὶ οὐχὶ πλάνος, ὥσπερ σὺ Σμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναί σε τῆς κρατήσεως. Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου παραχρῆμα κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη. Ὁ δὲ Νέρων, ἀκούσας ὅτι πεφόνευται σιμὸν ὑπο Πέτρου καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Ὁ δὲ παρακαλέσας τὸν ἔπαρχον ἵνα μὴ ὄρθιος σταυρωθῇ, κατὰ κέλευσιν ἐσταυρώθη καθὼς ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης. Μετὰ δὲ τοῦτον καὶ Παῦλος τὸν διὰ ξίφους","prev":{"citation":"Chronographia Compendiaria 130","label":"130","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/130","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/130"},"next":{"citation":"Chronographia Compendiaria 132","label":"132","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/132","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/132"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}