{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 132","citation":"Joel, Chronographia Compendiaria 132","ref":"132","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/132","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/132","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/132.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":383,"text":"κραταιουμένης αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίας πράξεις καὶ μιαιφονίας καὶ θεομαχίας ἐξώκειλε, καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτονηθεὶς εἰς προάστειον ἐξελθών ἑαυτὸν διεχειρίσατο. Ὡσαύτως δὲ καὶ Πικάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλε, Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν ἐβασίλευσε Λουκίβιος μῆνας γʹ, μετὰ δὲ ἡουκίβιον ἐβασίλευσεν Οὐῖτέλλιος μῆνας βʹ, καὶ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ τοῦ δήμου. Μετὰ δὲ Οὐιτέλλιον ἐβασίλευσεν Οὐεσπασιανὸς οὸς Νέρωνος ἔτη θʹ. Μετὰ δὲ Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος υἱὸς αὐτοῦ ἑτη γʹ. Καὶ ὥρᾳ θερινῇ πανημέριον ὁδοιπορήσας, καὶ αἱμοῤῥαγήσας διὰ τῶν μυκτήρων ὑπὸ τοῦ ἡλίον συμφλεχθείς καὶ πάνυ λιποθυμήσας, ἔτι ἐμπνέων ἐνεβλήθη εἰς τὸν τάφον παρὰ Δομετιανοῦ τοῦ ἀδελφοῦ αὐτοῦ κατ´ ἐπιτροπὴν τῆς γυναικὸς τούτου, καὶ οὕτως ἐτελεύτησε πάσῃ ἀγαθουργίᾳ καὶ σωφροσύνῃ κεκοσμημένος, πένθος πολὺ τοῖς ἐν Ρώμῃ καταλείψας, ὡς κατ´ οἴκους καὶ δημοσίᾳ πάντας κλαίειν καὶ ἀποδύρεσθαι. Μετὰ δὲ Τίτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῶ ναῶ Ῥώμης κατ´ ἰσιβουλὴν τῆς αὐτοῦ γυναικός. Διάδοχος γὰρ τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζξήλωσεν ἀρίστην πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν· πᾶν γὰρ εἰδος κακίας καὶ γυναικομανίας καὶ ἀνδρομανίας ἐπελθὼν, καὶ τελευταῖον ἑαυτὸν ἀποθεώσας καὶ ἔχθιστον ἑαυτὸν ἄπασιν ἀποφήνας, αἰσχίστῳ μόρῳ τὸν μυδαρὸν καὶ θέόηλον καταστρέφει βίον. Ἐφ´ οὖ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ ὁ Θεολόγος Ἰωάννης καὶ εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξωρίσθη, καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐγνωρίζετο. Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἓν, ὁς ἀνακαλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ, μόνον τότε ἐκ τῶν ιβʹ μαθητῶν περιόντα τῷ βίῳ· ὃς καὶ συγγραψάμενος τὸ κατ´ αὐτὸν Εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. Καὶ θύλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτου. Μετὰ τὰ δὲ Νερούαν ἐβασίλευσε Τραϊανὸς ἔτη θʹ, καὶ ὑδεριάσας ἀπέθανεν, ὃς τοσοῦτον ὑπῆρχεν ἀγαθὸς, μισοπόνηρός τε καὶ φιλοδίκαιος, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων δεδωκέναι τῷ ἐπάρχῳ, καὶ εἰπεῖν· Δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μέν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ εἰ δὲ μὴ, κατ´ ἐμοῦ χρῆσαι αὐτῷ. Μὴ ἔχων δὲ παῖδας κληρονόμους τῆς βασιλείας ἔμελλεν ἐξ ὑποβολῆς τινων ἐᾶσαι τὴν σύζυγον αὐτοῦ καὶ λαβεῖν ἑτέραν πρὸς τὸ παιδοποιῆσαι· ἡ δὲ συνετὴ οὖσα συνεβούλευσεν αὐτῷ ὡς, εἴπερ βούλεται μνημονεύεσθαι ὑπο πάντων ἐν πάσαις γενεαῖς, πλακῶσαι διὰ μαρμάρων τὰς εἰσοδοεξόδους πασῶν τῶν μεγαλοπόλεων· ὃ δὴ καὶ πεποίηκεν. Ἐφ´ οὖ καὶ Ευμεὼν ὁ τοῦ Κλοπᾶ","prev":{"citation":"Chronographia Compendiaria 131","label":"131","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/131","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/131"},"next":{"citation":"Chronographia Compendiaria 133","label":"133","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/133","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/133"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}